# Expositio in Psalmos 69.1240

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1240

λεύουσι γὰρ τοῖς ἁγίοις οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ ἄνθρωποι σὺν αὐτοῖς ἄδικοι καὶ βδελυρώτατοι, καὶ θεοστυγεῖς· οἶς τὰ ἐκείνων μέλει φρονεῖν· καὶ πολυτρόπους ἱστῶσι παγίδας· ἀλλ' ὥς φησιν ὁ Σολομῶν, «Οὐκ ἐπιτεύξεται δόλιος θήρας.» Ἐκρύεται γὰρ καὶ σώζει Θεὸς τοὺς ἀνακειμένους αὐτῷ, ὥστε καὶ χαίροντας ἐπὶ τούτῳ λέγειν· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.»] Καὶ μετ' ὀλίγα· Τεθηρεύκασι δὲ τὰς τῶν ἁγίων ψυχὰς, καὶ παγίδας ἔστησαν αὐταῖς οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ αὐτὸς δὲ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ἐπιβουλεύουσι γὰρ ἁγίῳ παντὶ καὶ ἐπιτρίζουσι τοὺς ὀδόντας κατὰ τῶν εἰωθότων εὐδοκιμεῖν. Γέγραπται γὰρ ὅτι «Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.» ΨΑΛΜΟΣ ϟΔʹ. [Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. (B f. 385 b, H f. 422. Cord. Theodori.) Οἱ ταῦτα λέγοντες, πρὸς συνάφειαν καλοῦσι τοὺς ἀφεστηκότας ἑαυτῶν. Οὐ γὰρ τοῖς παροῦσιν, ἀλλὰ τοῖς κεχωρισμένοις πρέπει τὸ «Δεῦτε.» Ἐχωρίσθη δέ τινα τρόπον ὁ Ἰσραὴλ, ἄρα τοῖς κατὰ τόπον νοουμένοις διαστήμασιν οὐδαμῶς, ἀλλὰ τῇ κατὰ γνώμην ἀνυποταξίᾳ. «Δεῦτε» τοίνυν, ἀφέντες τὸ ἐξήνιον, καὶ ἀποβαλόντες τὸ ἀνυπότακτον, «ἀγαλλιασώμεθα τῷ Κυρίῳ·» τουτέστιν, Ἐπιλαβώμεθα τῆς εἰς αὐτὸν πίστεως, κληρονομήσωμεν τῶν παρ' αὐτοῦ χαρισμάτων τὴν μετουσίαν, ἤτις τὴν υἱοθεσίαν ἡμῖν χαρίζεται, Πνεύματος ἁγίου μέθεξιν, ἁμαρτιῶν ἄφεσιν, καὶ οὐρανῶν βασιλείαν.] (B f. 383 b, H f. 422 b. Cord. Anonymi.) [Ὁ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἐπινίκιος, ἀναφερομένη πεπτωκότων ἐχθρῶν καὶ πολεμίων ἀπολωλότων. Δεῦτε τοίνυν, ἀλαλάξωμεν τῷ Σωτῆρι καὶ Λυτρωτῇ· ἐλυτρώσατο γὰρ τόν τε Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐκ τῆς τῶν ἐχθρῶν τυραννίδος, ἐξ ἁμαρτιῶν καὶ αἰτιαμάτων· ἀπήλλαξε τοῦ κατακρίνοντος νόμου καὶ δίκας ἀπαιτοῦντος τοὺς ἡμαρτηκότας· ἐδικαίωσε δὲ διὰ τῆς πίστεως Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ τὰ λοιπὰ ἔθνη.] (B f. 385 b, H f. 422 b.) Κατορχησώμεθα τῷ Σατανᾷ, καταλαλάξωμεν αὐτοῦ κειμένου καὶ πεπτωκότος· κατασκιρτήσωμεν ἀνοσίου θηρὸς ἀφύκτῳ παγίδι συνειλημμένου. [Ὅτι Θεὸς μέγας Κύριος. (B f. 386, H f. 423. Cord. Anonymi.) Ἆρα οὗν τὸ μέγας φησὶν ὡς πρὸς σύγκρισιν ἑτέρων μικρῶν; Οὐ τοῦτό φησιν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι μόνῳ πρέπει τῷ κατὰ φύσιν Θεῷ τὸ τῆς μεγαλειότητος ἀξίωμα. Αὐτὸς γάρ ἐστιν ἀληθῶς ἡ τοῦ Θεοῦ δόξα καὶ ἡ ἀσύγκριτος μεγαλειότης. Ὅτι δὲ μέγας Θεός ἐστι Χριστὸς, οὕτω τε ὠνομάσθη καὶ παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς. πιστώσεται λέγων ὁ μακάριος Παῦλος

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
