# Expositio in Psalmos 69.1241

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1241

»Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.»] (B f. 386. H f. 423. Cord. Diodori.) [Ποίους θεούς; Ἆρα ψευδωνύμους; Οὐ τοῦτό φησιν, ἀλλὰ τοὺς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τουτέστι, τὰς λογικὰς καὶ ἄνω δυνάμεις, καὶ ἁγίους δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· οἷς τὸ τῆς θεότητος ὄνομα δέδοται παρὰ τοῦ πάντων ἐπέκεινα τιμῆς ἕνεκα καὶ δόξης. Οὕτως αὐτῶν καὶ ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Θεὸς θεῶν Κύριος ἐλάλησε,» καὶ τὰ ἑξῆς.] [Καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. (B f. 386, H f. 423 b. Cord. Anonymi.) Ποῖά ἐστιν ὑψηλὰ τῶν ὀρέων;» τουτέστι, τὰ ἐπηρμένα κατὰ τὴν δόξαν, καὶ περιφανέστερα τῶν ἐν οὐρανοῖς· Ἀρχαὶ, Θρόνοι, Δυνάμεις, Ἐξουσίαι, Κυριότητες, Ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἀλλὰ ταῦτα πάντα αὐτοῦ ἐστιν· ὁ μὲν γὰρ ὡς Υἱὸς συγκάθηται τῷ Πατρὶ, οἱ δὲ παρεστήκασι λειτουργοῦντες αὐτῷ, καὶ δοξολογίαις στεφανοῦντες αὐτόν.] [Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. (B f. 386, H f. 423 b. Cord. Alterius.) Εἶδες πῶς Δεσπότην αὐτὸν ἀποφαίνεται τῶν ἁπάντων; Πῶς ἡμεῖς θαυμάζομεν τοὺς ἐπὶ γῆς βασιλέας; Γῆς καὶ θαλάσσης δεσπότας αὐτοὺς ὀνομάζομεν· ἀλλὰ μέχρι τούτων ἐπιμετροῦντες αὐτοῖς τὰς εὐφημίας, οὐκέτι ποιητὰς αὐτοὺς τῶν στοιχείων γενέσθαι φαμέν· πρέπει γὰρ τοῦτο μόνῳ τῷ ἐπὶ πάντων Θεῷ· αὐτὸς γάρ ἐστι τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης. Ἡκέτωσαν τοίνυν οἱ πλανώμενοι, καὶ πρὸς τὸ τῆς ἀληθείας ἐρχέσθωσαν φῶς· ἐπιγινωσκέτωσαν μεθ' ἡμῶν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον· ὁμολογείτωσαν ὅτι καὶ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς κατὰ ἀλήθειαν.] [Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν. (H f. 424. Cord. Theodori.) Ὅταν ἴδητε, φησὶν, εἴδει τῷ καθ' ἡμᾶς, ἤγουν ἐν ἀνθρωπείᾳ μορφῇ, πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, τὸν σύνθρονον τῷ Πατρὶ Θεὸν Λόγον, μὴ ἀγνοήσητε τὴν οἰκονομίαν, μὴ φύγητε τὸ προσκυνεῖν αὐτῷ, μὴ παραιτήσησθε τὸ προσπίπτειν αὐτῷ· ἐπίγνωτε δὲ μᾶλλον, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς αὐτοῦ.] [Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. (H f. 425. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ σήμερον; Κατὰ τὸν ἐνεστηκότα δηλονότι καιρὸν, καθ' ὃν γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· τότε γὰρ ἅπαντες ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ. Οὐ γὰρ λελάληκε πρὸς ἡμᾶς δι' ἑνὸς τῶν ἁγίων τινός· ἀλλ' οὐδὲ ἐν τάξει προφητῶν παραγέγονε πρὸς ἡμᾶς, ἀλλ' ὡς Θεὸς τῶν ὅλων καὶ Κύριος.] [Τεσσαράκοντα ἔτη προσώχθισα. (B. f. 386 b. Cord. Eusebii.) Οἱ γὰρ ἐξ Ἰσραὴλ ταῖς ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς· τὴν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν.]

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
