# Expositio in Psalmos 69.1244

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1244

ΨΑΛΜΟΣ ϟΕʹ. [ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. (B f. 387 b. Cord. Eusebii.) Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε· καὶ ἐφ' ἡμῖν πεπλήρωται τὸ ἐν βίβλῳ Ψαλμῶν γεγραμμένον· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, «τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποδυσάμενοι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἐνδυσάμενοι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν.»] Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, κ.τ.λ. (B f. 388, H f. 429.) Αὐτοῦ δὲ τίνος; Δηλονότι τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι τὸν Υἱὸν, περὶ οὗ φησι πρὸς ἡμᾶς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Ἔλεος δὲ καὶ δικαιοσύνην ὀνομάζει τὸν Υἱόν· ἠλεήθημεν γὰρ δι' αὐτοῦ, καὶ μεμαθήκαμεν πᾶσαν ὁδὸν δικαιοσύνης. Καὶ μετ' ὀλίγα· Τὸ δὲ ἡμέραν ἐξ ἡμέρας, ἀντὶ τοῦ Κατὰ πᾶσαν ἡμέραν· ὃ δὴ καὶ κατώρθωσαν οἱ μακάριοι μαθηταί· οὐδένα γὰρ παραλελοίπασι καιρὸν, καθ' ὃν οὐ περιῆσαν κατὰ πᾶσαν χώραν τε καὶ πόλιν, εὐαγγελιζόμενοι τὸν Χριστὸν, καὶ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα. —Διεκήρυξαν δὲ τοῖς ἁπανταχόσε λαοῖς τὰ ἔνδοξα αὐτοῦ, τὰ θαυμάσια αὐτοῦ, τουτέστι τὰς μεγαλοπρεπεῖς μεγαλουργίας, τὰ παραδόξως τετελεσμένα. [Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. (B f. 388 b, H f. 430, Cord. Anonymi.) Μέγας ὄντως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων Δημιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάντων· φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζομένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβουλῆς. Διόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.» Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνετὸς σφόδρα.] [Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια. (B f. 388 b, H f. 430. Cord. Alterius.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ' ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
