# Expositio in Psalmos 69.1245

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1245

ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι Δημιουργὸν καὶ Κύριον. Ἀλλ' ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· «Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.» Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ οὐκ ἄν τις ἴδοι εἴ ποτέ τί κατὰ φύσιν ἐστίν· ἀπὸ δὲ τῆς καλλονῆς τῶν κτισμάτων, καὶ ἀπὸ τοῦ κάλλους τῆς ὁρωμένης κτίσεως, τὸ ὑπερφυὲς τῆς δόξης αὐτοῦ θεωρεῖται.] [Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. (B f. 388 b, H f. 430 b. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ, «Ἐνώπιον αὐτοῦ;» ἢ καὶ τί βούλεται εἰπεῖν ὁ στίχος; Οὐδένα γὰρ, φησὶν, ἐφορᾷν ἀξιοῖ, εἰ μή τις εἴη ὡραιότητα τὴν πνευματικὴν ἔχων εἰς νοῦν καὶ καρδίαν, εἰδὼς δὲ καὶ ἐξομολογεῖσθαι, τουτέστι, δοξολογεῖν μεγαλοπρεπῶς, καὶ ἀξίως τῆς τοῦ Θεοῦ δόξης. Τοῦτό ἐστιν «Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,» τουτέστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.] Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. (B f. 389, H f. 432.) Εἰσπορεύεσθε δὲ διὰ ποίας ἐρχόμενοι τρίβους; διὰ πίστεως δηλονότι· αὐτὴ γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Καὶ μετ' ὀλίγα· Καὶ ποίας θυσίας, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Κρινεῖ λαοὺς ἐν εὐθύτητι. (B. f. 389 b, H f. 433.) Ἔκρινε λαοὺς ἐν εὐθύτητι ὁ Κύριος, σέσωκεν τὴν ὑπ' οὐρανὸν, τῶν τοῦ διαβόλου χειρῶν ἐξείλατο, ἠλευθέρωσε τῆς τῶν δαιμόνων τυραννίδος, δεδικαίωκεν ἐν πίστει, τοὺς πεπλανημένους ποτὲ ὑπέθηκε τοῖς ἑαυτοῦ ζυγοῖς, ἁγίους ἀπέφηνε προσκυνητὰς, κατεδίκασε τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Σαλευθήτω ἡ θάλασσα. (H f. 433 b.) Ad. v. 11. Θάλασσαν δὲ ὅταν ἀκούσῃς ἐν τούτοις, μὴ ταύτην ὑπολάβῃς εἶναι τὴν σημαινομένην, ἑτέραν δὲ μᾶλλον, τουτέστι τὸν περίγειον τοῦτον χῶρον, ἤτοι τὴν οἰκουμένην ἅπασαν καὶ τοὺς ἐν αὐτῇ. [Εὐφραινέσθωσαν οἱ οὐρανοί. (B f. 390, H f. 433 b. Cord. Athanasii.) Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης φαυλότητος εὑρετὴς καὶ διδάσκαλος, ἥρπασεν εἰς θάνατον τὴν τοῦ ἀνθρώπου φύσιν ἐν ἀρχαῖς διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως· ἀνεμόρφωσε δὲ πάλιν εἰς ἀφθαρσίαν αὐτὴν ὁ πάντων Δημιουργὸς, καταργήσας τὸν θάνατον ἐν Χριστῷ, καὶ ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὐκοῦν ἐπὶ τούτοις ἑορτάζειν κελεύει τούς τε ὄντας ἐν οὐρανῷ καὶ ἅπαντας δὲ τοὺς ἐπὶ τῆς γῆς τὸ Πνεῦμα τὸ ἄγιον λέγον· «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῇ.»]

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
