# Expositio in Psalmos 69.1252

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1252

μεθα. Πρὸς τούτοις ὅτι τῶν ἀγγέλων τὸ προσκυνεῖν ἴδιον, οὐ τὸ προσκυνεῖσθαι. Οἱ τοίνυν δαίμονες, ἀποπεσόντες καὶ ταύτης τῆς ἀξίας τῶν ἀγγέλων, προσκυνεῖσθαι δυνήσονται, ἀλλ' ἀπάτῃ τῶν προσκυνούντων.] [Ἤκουσε, καὶ εὐφράνθη Σιών. (B f. 392, H f. 440 b, Cord. Anonymi.) Ἔοικεν οὖν ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν πρώτην τῶν Ἰουδαίων κλῆσιν βούλεσθαι καταδηλοῦν, ἣν δὴ καὶ πρώτην ἐποιήσατο Χριστός. Τοῦτο καὶ πάλαι διὰ φωνῆς τοῦ Δαβὶδ ἔφη λέγων· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Τουτέστι, φανερὸν καταστήσει τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρός.] [Φῶς ἀνέτειλε τῷ δικαίῳ. (B f. 393 H f. 442. Cord. Anonymi.) Τὸ ἀνέτειλέ φησιν ἀντὶ τοῦ ἀνατέλλει. Πᾶς γὰρ εἴ τίς ἐστιν ἀγαθὸς καὶ δίκαιος, τούτῳ πάντως εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον ἀνατέλλει φῶς. Οὐ γὰρ ἄμοιροι τῶν ἱερῶν ἔσονται χαρισμάτων οἱ τῶν ἀρίστων σπουδασμάτων ἐπιμεληταί. Τῷ τοίνυν τὴν πρακτικὴν ἀρετὴν, δικαιοσύνην καλουμένην, κατορθώσαντι ἀνέτειλε φῶς γνώσεως, οὐκ ἄλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ, περὶ οὗ ὁ Πατὴρ εἶπε· «Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης.»] Τοῖς εὐθέσι τῇ καρδίᾳ. (B f. 393 b, H f. 442 b.) Καὶ τί ἐστι τὸ εὐθῆ τὴν καρδίαν ἔχειν; Τὸ οἷον ὀρθὴν καὶ ἀδιάστροφον. [Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ. (B f. 393 b. H f. 442 b. Cord. Anonymi.) Πρέπει γὰρ ὄντως τοῖς ἀγαπῶσι Χριστὸν καὶ τοῖς τῆς εὐσεβείας ἐρασταῖς, τὸ ἐπ' αὐτῷ λίαν εὐφραίνεσθαι, καὶ ἐπὶ τοῖς δοθησομένοις ἡμῖν ἀγαθοῖς παρ' αὐτοῦ, δηλονότι πνευματικοῖς, ἃ καὶ ἀσφαλῆ καὶ ἀναπόβλητον ἔχει τὴν κτίσιν (ed., κίνησιν)]. Ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. (B f. 393 b. H f. 443.) Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν δηλοῖ. Δεῖ τοίνυν εὐχαριστεῖν ὅτι Θεὸς ὢν φύσει καὶ Κύριος τῶν ὅλων καὶ σύνθρονος τῷ Πατρὶ, ὁ ἐπάνω πάντων καὶ ὑπὲρ πάντας, κατηξίωσεν ἡμῶν ποιήσασθαι μνήμην· μνημονεύσας δὲ, καὶ ηὐλόγησε. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Κύριος ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς.» ΨΑΛΜΟΣ ϟΖʹ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. (B f. 393 b, H f. 443.) Καινὸν τὸ ᾆσμα· πάντα γὰρ ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Καὶ μετ' ὀλίγα. [Καὶ ποῖα ταῦτά ἐστι τὰ καινά; τὰ διὰ Χριστοῦ δηλονότι. Πάλαι μὲν γὰρ, ὡς ἔφην, ἐλυτρώσατο διὰ Μωϋσέως τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, καὶ πικρᾶς αὐτοὺς ἐξείλετο δουλείας· κατεπνίγετο δὲ καὶ ἐν θαλάσσῃ διώκων ὁ Φαραὼ, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ Θεὸς ἐδοξάζετο. Ἀλλ' ἐν τούτοις μὲν τὰ ἐκείνων. Ἴδωμεν δὲ τὰ καινὰ τὰ διὰ Χριστοῦ. Οὐχ ἓν ἔθνος ἐλυτρώθη. καθὰ καὶ πάλαι μόνος ὁ Ἰσραὴλ, σέσωσται δὲ μᾶλλον

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
