# Expositio in Psalmos 69.1253

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1253

ἡ σύμπασα γῆ. Οὐκ ἄνθρωπον Αἰγύπτιον πεπνιγμένον ὁρῶμεν ἐν θαλάσσῃ, ἀλλ' αὐτὸν τὸν ἀλαζόνα καὶ ἀλιτήριον Σατανᾶν πεσόντα, καὶ κείμενον ὑπὸ πόδας ἁγίων. Ἔφη γάρ που Χριστός· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ὄφεις δὲ καὶ σκορπίους ὀνομάζει τοὺς πονηροὺς καὶ ἰοβόλους δαίμονας· ὧν τῆς σκαιότητος ἀπηλλάγημεν.] Καὶ μετ' ὀλίγα· Ἐπὶ τίσιν ἄρα καὶ ποίας ἔχοντες τοῦ ψάλλειν τὰς ἀφορμὰς, αὐτός σε πάλιν διδάξει λέγων· «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Καὶ ποῖα ταῦτά ἐστι; Τὰ ἐξαίρετα καὶ τεθαυμασμένα, ἃ πεποίηκεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. [Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Ἔσωσε γὰρ τὴν ὑπ' οὐρανὸν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός· οὔτως αὐτὸν καὶ αὐτὸς ὁ Πατὴρ ὀνομάζει λέγων· «Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου,» ἐν ᾗ ἐστερέωσα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. [Διέσωσε γὰρ ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, τῷ ἰδίῳ γεννήτορι τὴν οἰκουμένην πρὸς θεογνωσίαν ἀναγαγὼν, καὶ θανάτου καὶ φθορᾶς ἐξελὼν τὸ ἐξ ἁμαρτίας συντετριμμένον ποίημα, καίτοι κατ' εἰκόνα γεγονὸς τοῦ Κτίσαντος. [Δεξιὰν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· δι' αὐτοῦ γὰρ ὡς διὰ χειρὸς ἰδίας τὰ πάντα εἰς τὸ εἶναι παρήνεγκεν ὁ Πατήρ· καὶ μαρτυρήσει λέγων ὁ σοφώτατος Ἰωάννης περὶ αὐτοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἀλλ' ὥσπερ ἡ τοῦ ἀνθρώπου χεὶρ οὐκ ἀλλοτρία τοῦ σώματός ἐστιν, ἀλλ' ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ· αὕτη τοίνυν ἡ πάντων ἰσχύουσα τοῦ Πατρὸς δεξιὰ, ἡ πάντων δημιουργὸς καὶ τεχνῖτις, ἣν πάντα τὰ ἔργα τρέμει, σέσωκεν ἑαυτῷ τε καὶ τῷ Πατρί. Τί δὲ σέσωκεν; ἅπασαν δηλονότι τὴν ὑπ' οὐρανόν· σεσαγήνευκε γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς ἐπίγνωσιν τῆς δόξης αὐτοῦ.] [Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ Σωτήριον καὶ δικαιοσύνην ὀνομάζει Χριστόν· σέσωκε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ, καὶ δεδικαίωκεν ἐν πίστει.] [Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Τουτέστιν, Οὐδεὶς ἀπομεμένηκεν ἀμέτοχος τῆς διὰ Χριστοῦ σωτηρίας. Κέκληται γὰρ, ὡς ἔφην, διὰ τῆς πίστεως ἡ σύμπασα γῆ.] [Ποταμοὶ κροτήσουσι χειρί. Ποίας ἔχουσι χεῖρας οἱ ποταμοί; Ἢ πῶς κροτῆσαι δύνανται; Ἐπειδὴ δεσποζομένων τῶν ἐθνῶν, καὶ καλουμένων διὰ τῆς πίστεως, ἔχαιρον οἱ μαθηταὶ, τοῖς κροτοῦσι παραπλησίως ᾠδῶν ἐπινικίων ἐξάρχοντες

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
