# Expositio in Psalmos 69.1260

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1260

τῇ ἐλπίδι χαίροντες· ἐλπίδι δὲ πάντως τῇ τοῖς ἀγίοις ηὐπρεπισμένῃ.] Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ.] Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. (Cod. M f. 176.) Οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν. Αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμετέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συνέστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ, καὶ πρόβατα αὐτοῦ τυγχάνομεν. Εἴη δὲ λαὸς ὁ λογικωτέραν τάξιν ἐπέχων· πρόβατα δὲ οἱ μὴ τοσαύτην ἔχοντες διάκρισιν, μηδὲ πεῖραν τῶν θείων λογίων, κατὰ τό· «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.» ΨΑΛΜΟΣ Ρʹ. [Ψαλμὸς τῷ Δαβίδ. Τῷ Δαβὶδ ψαλμός. Τουτέστιν, ὕμνος καὶ δοξολογία τῷ ἐκ σπέρματος Δαβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἀνέφυ γὰρ ἐξ Ἰεσσαὶ καὶ Δαβὶδ τὸ τῆς εἰρήνης φυτὸν, τὸ θεῖόν τε καὶ εὐγενὲς καὶ ὑπερκόσμιον βλάστημα. Καὶ μετ' ὀλίγα· Εἰσκεκόμισται δὲ πρόσωπον ἀνδρὸς ἁγίου, πολιτείας ἡμῖν τῆς ἐξαιρέτου καταγράφον τοὺς τύπους, καὶ οὐχ ἵνα τοὺς παρά τινων τύπους ἁρπάσῃ, οὐδ' ἵνα δόξαν θηράσηται κενὴν (ἀλλότριον γὰρ τοῦτο ἁγίων), ἀλλ' ἵνα μᾶλλον ἡμᾶς ὠφελήσῃ διὰ τούτου, καὶ μάθωμεν τίνα τρόπον πολιτεύεσθαι χρὴ τοὺς ἐθέλοντας ἀρέσκειν Θεῷ.] [Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Οἶδά σε, φησὶν, ἐλεήμονα καὶ δίκαιον ὄντα κριτὴν, καὶ ἐπ' αὐτοῖς δὴ τούτοις ὑμνήσω σε. Ἐλέησε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ἐν Χριστῷ δικαιώσας τῇ πίστει, καὶ χαρισάμενος ἡμῖν τὴν ἄφεσιν τῶν ἀρχαίων πλημμελημάτων, καὶ κρίσιν ἐφ' ἡμῖν δικαίαν ἐξενεγκών.] [Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. «Ψαλῶ» σοι, φησὶν, ὦ Δέσποτα, καὶ δοξολογήσω σε διηνεκῶς· «συνήσω δὲ καὶ ἐν ὀδῷ ἀμώμῳ.» Τουτέστι, μετὰ συνέσεως καὶ σοφίας βαδιοῦμαι τὴν ὀρθὴν καὶ ἀδιάστροφον καὶ ἀμώμητον ὁδόν. Χρὴ γὰρ ἡμᾶς εἶναι συνετωτάτους τοὺς ἐθέλοντας εὐαρεστεῖν τῷ Θεῷ, καὶ σοφίας μεμεστωμένην ἔχειν τὴν καρδίαν· σοφίας δὲ οὐ τῆς ἐπιγείου καὶ κοσμικῆς, ἐκείνης δὲ μᾶλλον ἣν χαρίζεται Χριστός. Ἐν αὐτῷ γὰρ «πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·» καὶ αὐτὸς σοφοῖ τυφλοὺς, καὶ συνέσεως ἀπάσης ἐστὶ χορηγός.] [Καὶ τί δὴ τοῦτό ἐστιν; Ἕως μὲν γάρ ἐσμεν ἐν ῥύποις καὶ ἁμαρτίαις, οὐκ ἔχομεν ἑαυτοῖς κατοικοῦντα Χριστόν· ὅταν δὲ τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα ῥύπους, καὶ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν δὲ καὶ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, τότε γὰρ παρ' ἡμῖν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
