# Expositio in Psalmos 69.1261

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1261

γίνεται, καὶ ἐν ἡμῖν αὐλίζεται, καὶ οἶκός ἐσμεν αὐτοῦ]. [Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας. Τί ἐστι τὸ, «Ἐν ἀκακίᾳ καρδίας μου;» Ἀντὶ τοῦ, Ἀπονήρως καὶ ἀφιλοπραγμόνως, οὐ θορύβους ἀγαπῶν πραγμάτων κοσμικῶν καὶ περισπασμῶν εἰκαίων' ἔχων δὲ μᾶλλον ἐν ἐμαυτῷ τὸν νοῦν εὐσταθῆ καὶ ἠρεμοῦντα, κατ' ἐκεῖνόν που πάντως τὸν ἀρχαῖον Ἰακὼβ, περὶ οὗ γέγραπται· «Καὶ ἦν Ἰακὼβ ἄπλαστος ἀνὴρ οἰκῶν οἰκίαν.»] [Οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Οὐδενὶ, φησὶ, προσέσχον φαύλῳ τε καὶ ἀνοσίῳ πράγματι, καὶ καλοῦντι πρὸς παρανομίαν. Πολλὰ δὲ ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής. Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων. Καὶ ἵνα μὴ καθ' ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ' ὀλίγα· Ἀλλ' ἴσως ἐρεῖς· Ἆρ' οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετ' ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· «Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον;» Οὐκ εἶπεν· Οὐδέποτε ἐμπέπτωκα παρανόμῳ πράγματι, ἀλλ', ὅτι «Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·» Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέχνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζοντος πνεύματος.] Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. (B f. 399 b, H f. 459) Τουτέστιν, ἄνθρωπος σκαμβὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησὶν, ἀλλ' εἰδὼς, ὅτι «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.»] (B f. 400, H f. 459 b) Καρπὸς διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [Ὑπερηφάνῳ ὀφθαλμῷ. Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
