# Expositio in Psalmos 69.1264

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1264

ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια. Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς. Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ «συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ·» τουτέστι, συνεῖναι, καὶ συμβασιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα. Ἐξαίρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σεπτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν διδάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.] ΨΑΛΜΟΣ ΡΑʹ. [Κλῖνον πρός με τὸ οὖς σου. «Κλῖνον, φησὶ, πρός με τὸ οὖς σου.» Διὰ τί; Ὅτι θλιβόμενος οὐ δύναμαι σὺν παῤῥησίᾳ προσεύξασθαι. Θλίψιν δὲ λέγει τὴν τῶν πειρασμῶν εἴτε τῶν αἰσθητῶν εἴτε τῶν νοητῶν ἐπαγωγήν.] ΨΑΛΜΟΣ ΡΓʹ. [Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός ἐστι, καὶ τῆς σωτηρίου μέθης ἐμποιητικός.] [Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Οὐ περὶ ξύλων ἦν ὁ λόγος αὐτῷ, περὶ ἁγίων δὲ μᾶλλον τῶν ἐῤῥιζωμένων ἐν τῇ πίστει, καὶ καρποφορούντων ἐν δικαιοσύνῃ.] [Αὔτη ἡ θάλασσα ἡ μεγάλη. Νηῒ παρεικάζει τὴν Ἐκκλησίαν, ἐν σχήματι θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου. Θαλάττῃ τοιγαροῦν τῇ καθ' ἡμᾶς παραβάλλει τὸν βίον τὸν ἀνθρώπινον διὰ τὸ ἀστάθμητον, καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχεδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου· καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν. ὅσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ ἁγνὴν χώ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
