# Expositio in Psalmos 69.1269

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1269

φθαρτῇ ἢ φθαρτοῦ ἀνθρώπου προσκυνοῦμεν· ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦμεν αὐτοῦ εἰκόνα ὡς ἀνθρώπου, καίπερ εἰδότες αὐτὸν φύσει Θεὸν ὄντα. Οὐκ αὐτὸν οὗν Θεὸν τὴν εἰκόνα λέγομεν, ἀλλὰ Θεὸν εἰδότες τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁμοίωμα ἔχει ἡ εἰκών. Ἕλληνες δὲ πλανώμενοι τὰ ὁμοιώματα θεοὺς δοξάζουσιν. ΨΑΛΜΟΣ ΡΙΔʹ. Ἠγάπησα. (E f. 242 b. Κυρίλλου καὶ ἄλλων.) Οὐ παντός ἐστι τὸ Ἠγάπησα, ἀλλὰ τοῦ τετελειωμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον. Οὐ πρόσκειται δὲ τὸ, τίνα, προσυπακουστέον δὲ παρ' ἡμῶν ὅτι τὸν Θεὸν τῶν ὅλων. [Ποτήριον σωτηρίου λήψομαι. Σωτηρίου γὰρ ὄντως ἐστὶ ποτήριον, τὸ ὑμνολογεῖν τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Τούτῳ Θεὸς ἐφήδεται, τοῦτο δέχεται παρ' ἡμῶν τὸ θυμίαμα. Ὡς γὰρ ἔφη Χριστός· «Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.»] ΨΑΛΜΟΣ ΡΙΖʹ. Αὔτη ἡ πύλη τοῦ Κυρίου. (B f. 471 b, H f. 595) Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν καθ' ἕτερόν τινα τρόπον ἐπὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀφικέσθαι γνῶσιν, ἢ κατὰ τοῦτον αὐτὸν ὂν ἔφη Χριστός· «Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ.»—Εἰσερχόμεθα γὰρ εἰς οἰκειότητα ὡς πρὸς Θεὸν, ἀλλὰ καὶ εἰς τὴν οὐρανῶν βασιλείαν, καθάπερ διά τινος θύρας ἢ πύλης, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. Ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (B f. 472 b, H f. 597) Οἱ μὲν γὰρ ἀφήκονται, τὸ τῆς δουλείας περικείμενοι σχῆμά τε καὶ μέτρον· ὁ δὲ ἐν δόξῃ τῇ θεοπρεπεῖ καὶ ἐν ὀνόματι Κυρίου, δῆλον δὲ ὅτι τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. —Καὶ τί ἐστιν, «Ἐν ὀνόματι Κυρίου;» Τουτέστιν, ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπέκεινα. ΨΑΛΜΟΣ ΡΙΗ. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. (B f. 476, H f. 602 b) Ὥσπερ γὰρ εἴ τις ἐν ἀγγείῳ χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δή που καὶ τῆς παρ' αὐτοῦ θερμότητος ἀποτελέσοι μέτοχον, οὕτως ὁ ἐν ψυχῇ γε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι' ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς ταῦτα δι' αὐτοῦ θερμαίνει. (C f. 262 b, D f. 294 b, G f. 174 b) Ὥσπερ γάρ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
