# Expositio in Psalmos 69.1272

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1272

ἐστιν οὐκ ἀσυντελὲς εἰς ζωὴν καὶ χρῆμα σωτήριον τὸ τῶν τοῦ Θεοῦ λόγων μεμνῆσθαι διαπαντὸς, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὀλέθρου πρόξενον τὸ ἐπιλανθάνεσθαι φιλεῖν. —Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ, διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας. Τὸ δ' αὐτὸ καὶ Σολομῶν ἐν ταῖς Παροιμίαις παραινεῖ· «Υἱὲ, φησὶ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὗς σου.» Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος· εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται. Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. (B f. 480, H f. 609) Ζωοποεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ· ἔστιν δὲ αὕτη Χριστός. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. (B f. 482 b, H f. 614 b) Ἐν γὰρ ταῖς τοῦ νοῦ προπαθείαις, καὶ, ἴν' οὕτως εἴπω, προαπονευρώσεσιν ταῖς διὰ νοημάτων φυσικῶν, ἡ τοῦ πειράζοντος τυραννὶς ἀφορητοτέρα γίνεται· καὶ πρὶν ὑπομεῖναι τὴν παρὰ τοῦ διαβόλου ταπείνωσιν, προπλημμελοῦμεν ἡμεῖς, πρεσβυτέραν τῆς ἐφόδου τὴν εἰς τὸ ἔσω νοσοῦντες καταστροφήν. —Πρὸ τοῦ γὰρ παθεῖν τελείως, ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν τιμῶντές τε τὴν ἁμαρτίαν καὶ καταδεχόμενοι, καὶ τόπον εἰσόδου διδόντες διὰ τούτου τῷ Σατανᾷ· Ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. Πλατεῖα ἡ ἐντολή σου σφόδρα. (B f. 486 b, H f. 621) Ἀποδέχεται γὰρ ὁ Θεὸς τὴν πνευματικὴν εὐανδρίαν, τὴν ἐγκράτειαν, τὴν ὑπομονὴν, καὶ πρὸς ταύτας ἔτι τὰς ἀρετάς. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός. (B f. 489, H f. 625 b) Χεῖρας εἶναι λέγων τὰς πρακτικὰς ἐνεργείας δι' ὧν ὁρᾶται Θεός. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. (B f. 490, H f. 628.) Τὸ Καθήλωσον ἀντὶ τοῦ Πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου ΨΑΛΜΟΣ ΡΙΘʹ. Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. (F f. 227) Βαρούμενος τῇ παρούσῃ ζωῇ, τῷ μα-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
