Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1273
Not analysed yet
κρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην, ὀδύρεται στενάζων ἐν οἰμωγῇ καὶ θρήνῳ τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας. [Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον μνήμην.] [Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου. Ὁ δυνάμενος ἀπὸ τῶν καρπῶν γνωρίζειν τοὺς φίλους τοῦ Θεοῦ, λίαν αὐτοὺς τιμήσει· ἐπεὶ καὶ αἱ ἀρχαὶ αὐτῶν, τουτέστιν, ἃ φρονοῦσι περὶ ἀρχῶν, λίαν ἐκραταιώθησαν.]