Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.717
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΟΙΜΙΟΝ. Ἱεροὶ μὲν λόγοι καὶ θείων ἄθροισις μαθημάτων, εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν· «Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.» Χρῆναι δὲ οἶμαι πονεῖν, καὶ μάλα προθύμως, ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τῶν ἀξιαγάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν, ἁλώσιμα γένοιτ' ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέλουσιν περὶ αὐτῶν. Ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον. Σφόδρα γὰρ αὐτῇ ἐν Ἐκκλησίᾳ Κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ· δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαβὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰνεῖν τὸν Κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται. Περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος, ἢ ὀβέλου, ἢ λημνίσκου, ἤ τινος ἑτέρου μνήμην ἑκάστου ψαλμοῦ, τῇ τοῦ Κυρίου χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῇ ἐκείνου δυνάμει, λέξω καὶ πάλιν. Καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ Κυρίου χάριτι.