# Expositio in Psalmos 69.720

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.720

ΨΑΛΜΟΣ Αʹ. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται (Cod. B. f. 3 b.) Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρετὴν ἡμᾶς ἀποφέρουσα τρίβος. Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. (A f. 10 b, B f. 4, E f. 1 b.) Ἕπεται δέ τις αὐτοῖς ἔσθ' ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσεβέσιν κολάσεσι περιπεσεῖν. —Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ' οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [B. E. addunt ἢ συγγνώμης] ἄξιοι, ἀλλ' οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος Δαβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος. ΨΑΛΜΟΣ Βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; (A f. 12.) Καὶ ἐνταῦθα δὲ σαφέστερον τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καταιτιᾶται λέγων· «Ἵνα τί ἐφρύαξαν ἔθνη; —Καὶ ἑτέρως δὲ μάτην ἐμελέτησαν τὰ τῶν προφητῶν βιβλία, τὸν ὑπ' αὐτῶν κηρυττόμενον Σωτῆρα τοῦ γένους μὴ παραδεξάμενοι. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ. (B f. 6, 7, E f. 4, K f. 27.) Ἀνενδεὴς δὲ κατὰ φύσιν ὑπάρχων, ὅσα λέγεται λαμβάνειν, ἵνα ἡμεῖς μετάσχωμεν, εἴληφεν. —Κεχειροτόνημαι, φησὶν, εἰς βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὥστε διαγγέλλειν τὸ πρόσταγμα αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐν Σιών. Καὶ τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Χριστός· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἐπειδὴ γὰρ αὐτοῖς τῆς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
