Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.721
Not analysed yet
ἐπαγγελείας ὠφείλετο χάρις, αὐτοῖς καὶ πρώτοις τὸ τῆς εὐαγγελικῆς ἀφηγήσεως ἐχαρίζετο λόγον, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν δικαίωσιν. Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. (A f. 13 b.) Οἶδεν οὖν ὁ Δαβὶδ τὸν Χριστὸν καὶ προαιώνιον ἔχοντα τὸν τῆς θεότητος θρόνον, διὰ τὴν ἐκ Πατρὸς ἀπόῤῥητον γέννησιν· «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα.» Οἶδεν αὐτὸν καὶ βασιλείαν δεχόμενον ἀνθρωπίνως ἐν χρόνῳ, διὰ τὸ τῆς οἰκονομίας νεώτερον. Καὶ πάλιν τὴν προαιώνιον αὐτοῦ δηλοῖ γέννησιν εἰπών· «Υἱός μου εἶ σύ.» Ἦν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὖθις δεικνύει ἐπενεγκών· «Ἐγὼ σήμερον γεγέννηκά σε·» τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς υἱότητος δηλαδή. (I f. 8.) Τὸ σήμερον, καιροῦ τοῦ ἐνεστηκότος, καθ' ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν, ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ,» δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν' ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ δι' αὐτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους. Ὥσπερ γὰρ οἷά τινα κλῆρον, ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. Δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη. (A f. 13 b. B f. 8. K f. 27 b.) Ἑνὸς ἔθνους παροιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβληθέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύσαντα εἰς αὐτόν. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ, καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [A. πληρώματα] ᾠκειώσατο. Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. (C f. 4.) Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων, ἵνα λοιπὸν ὡς ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ γῆς διηρπασμένους ὑπὸ τῶν ἀντικειμένων δυνά-