# Expositio in Psalmos 69.724

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.724

μεων. Οὗ δὴ πρὸς πέρας ἀχθέντος, ἔφη πρὸς τὸν Πατέρα ὁ Υἱός· «Οὓς δέδωκάς μοι, ἐκ σοῦ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας.» Εἰ δὲ τοῦ Πατρὸς ἦσαν, καὶ τοῦ συμβασιλεύοντος αὐτῷ κατὰ φύσιν Λόγου, εἰς τὸν ὑπάρχοντα αὐτοῦ πλοῦτον ἄνεισιν καὶ μετὰ σαρκός. Τοιγαροῦν ἔφασκε· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Οὐκοῦν ἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος, διὰ τὸ ἀνθρώπινον λέγεται. Γέγονε γὰρ ἄνθρωπος ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν τοῖς ἀποσκιρτήσασι τοῦ Θεοῦ· ἀλλ' ἔμεινεν οὐδὲν ἧττον Θεὸς, καίτοι πτωχεύσας καθ' ὃ γέγονεν ἄνθρωπος. Διὸ καὶ πρὸς τοὺς Ἑβραίους ἔφασκε Παῦλος· «Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» (C f. 4, D f. 39.) Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ὃς Λόγος ἐστὶν, αἰτεῖν παρὰ τοῦ Πατρὸς ἢ καὶ λαμβάνειν λέγεται· οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως· ἔστι δὲ πλήρης ὡς Θεός. Καὶ μετ' ὀλίγα· Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι' ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς ὡς Θεός. Ἐπειδὴ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἀνέλαβεν, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ γέγονεν, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα· καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς ὡς Υἱὸς καὶ Θεός. Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. (K f. 27 b.) Τοῦτο δείκνυσιν, ὅτι οὔτε ἐπὶ τοῦ Ζοροβάβελ, ὡς Ἰουδαῖοί φασιν, ἔχει λόγον· ποῖα γὰρ ἔλαβεν, ἢ ποίαν κατάσχεσιν περάτων γῆς; ἐπὶ δὲ τοῦ Κυρίου τοῦ πάντα τὸν κόσμον ὑπαγομένου εἰς τὴν ἑαυτοῦ δεσποτείαν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. (A f. 14.) Ἕως μὲν γὰρ ἐλπίδα εἶχον ἀναπλάσεως, πηλὸς ἤκουον· «Μὴ γὰρ, φησὶ, καθὼς ὁ κεραμεὺς οὐ δυνήσομαι ὑμᾶς ἀναπλάσαι, οἶκος Ἰσραήλ;» Ὅτε δὲ ἐξοπτηθέντες πρὸς τὸ κακὸν γεγόνασιν ὄστρακα, συντριβὴν αὐτοῖς ἀπειλεῖ ἀδιόρθωτον. Ποιμαίνει δὲ καὶ τὰ ἔθνη Χριστὸς ὡς ἐν ῥάβδῳ τῷ σταυρῷ, καὶ τῇ ἀῤῥαγεῖ καὶ ἰσχυρᾷ αὐτοῦ βασιλείᾳ. Ἡ γὰρ ῥάβδος καὶ βασιλείας ἐστὶ σύμβολον, ὡς τὸ, «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ συντρίβει ταῦτα οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι, ἀλλ' ὥστε ἀναπλά-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
