# Expositio in Psalmos 69.725

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.725

σαι. Πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν μὴ ἀκέραιον σώζῃ τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Δράξασθε παιδείας. (C f. 5.) Τὸ Δράξασθε, τὸ Ἐν τάχει ἀποδοτέον, καθ' ὑπέρβατον εἰρημένον. Δράξασθε παιδείας ἐν τάχει, καὶ ἔτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀλλοτριώσῃ ὑμᾶς τῆς χαρᾶς τῶν δικαίων. Ἀπρὶξ ἡμᾶς ἔχεσθαι τῆς τοῦ Κυρίου διδασκαλίας βουλόμενος, εἰκότως τῇ τοῦ δράξασθαι φωνῇ κέχρηται. ΨΑΛΜΟΣ Γʹ. Κύριε, τί ἐπληθύνθησαν; (A f. 16 b, B f 11, D f. 59 b.) Φησὶ γοῦν· «Τί ἐπληθύνθησαν;» τὸ τί ἀντὶ τοῦ σφόδρα λέγων. Καταπλήττεται γὰρ ἀναριθμήτους ὁρῶν τοὺς ἀρτύοντας αὐτῷ τὰς ἐπιβουλάς· καὶ δέδιε μὲν ὡς ἄνθρωπος, πλὴν οὐχ ἡττᾶται τοῖς δείμασιν, ἀλλ' ἐῤῥωμένην ἔχων ἐπὶ Θεῷ τὴν καρδίαν, προσδοκᾷ ὅτι τῶν ἐπιβουλευόντων περιγενήσεται. Ἔθλιβον δὲ τὸν Δαβὶδ πληθυνόμενοι οἱ προστιθέμενοι τῷ Ἀβεσσαλὼμ διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ, ὅτε αὐτῷ καὶ Ἀχιτόφελ καὶ Θεκὼν προσετέθησαν, καὶ σύστρεμμα ἰσχυρὸν καὶ λαὸς πολὺς σὺν αὐτῷ. Οὗτοι γὰρ πάντες ἔθλιβον τὸν Δαβίδ· ἐν οἷς καὶ ὁ Σεμεεὶ, ὃς ἐκπορευομένῳ κατηρᾶτο τῷ Δαβίδ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. (A f. 17 b.) Τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπὼν ὁ Δαβὶδ, νῦν διαστέλλει τὸ μέλος τῷ διαψάλματι, καὶ τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι ἐπιθαρσήσας, τὴν σωτήριον ταύτην φωνὴν φθέγγεται· «Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ.» Ἐκεῖνοι μὲν, φησὶν, ὅπλα κινοῦσι, καὶ περιέσεσθαί μου προσδοκῶσι, διὰ τὸ τῆς σῆς γεγυμνῶσθαί με χάριτος· ἐγὼ δὲ οἶδα τὸν ἐμαυτοῦ Σωτῆρα καὶ Λυτρωτήν. Οὐκ ἐπὶ τόξῳ ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἀλλὰ τεῖχος ἄῤῥηκτον ἐμοὶ καὶ δορυφόρων πλῆθος οὐκ εὐκαταγώνιστον τὸ σὸν εὐμενὲς, ὦ Δέσποτα, καὶ ἡ παρὰ σοῦ ἀντίληψις· δεηθήσομαι δὲ οὐδενὸς, τῆς σῆς ἡμερότητος ἐμοὶ καὶ δόξαν νεμούσης, καὶ τὴν ἐμὴν ὑψούσης κεφαλὴν, τουτέστιν ἐν περιφανείᾳ τιθείσης, καὶ οἷον ἐπέκεινα τῶν ἐχθρῶν. Ἢ κεφαλὴν τὴν ἀρχὴν λέγει τὴν ἑαυτοῦ, ἣν πρὸς βραχὺ ταπεινωθεῖσαν, πάλιν ὑψωθεῖσαν ἀνέλαβεν. Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ὅτι Σὺ ἀντιλήπτωρ μου εἶ, καὶ οὐκ ἐγκαταλιμπάνων τὴν ψυχήν μου εἰς ᾅδην, καὶ δόξα μου, εἰπών· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω,» καὶ τὴν ἐμὴν κεφαλὴν τὴν θεότητα ὕψωσας,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
