Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.728
Not analysed yet
τουτέστι διὰ τῶν θεοσημειῶν φανερὰν ἐποίησας. Τὰ γὰρ ἐπὶ τῷ σταυρῷ θαύματα, τῆς τοῦ Μονογενοῦς θεότητος σαφὴς ὄντως ἀπόδειξις. Ὑψοῖ δὲ καὶ ἡμῶν τὴν κεφαλὴν ὁ Θεὸς, ἤγουν τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν, ὅταν ἄνω βλέπωμεν, πᾶν σωματικὸν ὑπερκύπτοντες. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, κ. τ. λ. (A f. 18) Τὰ οἰκεῖα πάθη διηγούμενος ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσακούεσθαι. Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.» Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. (A f. 18, B f. 12 b, D f. 40.) Ὕπνον ἐνταῦθα τὸν περὶ τὸν νοῦν φησι, δι' οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσε. [Codd. B. D. Ὁμολογεῖ τὸ πλημμέλημα, καὶ ὕπνου τοῦ κατὰ νοῦν συμβάντος ἔγκλημα ποιεῖται τὸ γεγονός. Νοῦ μὲν γάρ, etc.] Νοῦ μὲν γὰρ ἐγρηγορότος ἔργον ἂν γένοιτο καὶ σπουδὴ τὸ παραιτεῖσθαι τὸ φαῦλον, καὶ ἀποφοιτᾷν ἐπείγεσθαι τοῦ πεφυκότος ἀδικεῖν· ῥέγχοντος δὲ καὶ ἠῤῥωστηκότος τὸ ῥᾴθυμον, τὸ ἡττᾶσθαι παθῶν καὶ τοῦτο σαρκικῶν. Οὐκοῦν ἐν ταυτῷ καὶ τῆς ἁμαρτίας ποιεῖται τὴν μνήμην, καὶ ᾠδὴν ἀναφέρει χαριστήριον τῷ Θεῷ, λέγων· Ἐγὼ μὲν ὕπνωσα τῇ ῥᾳθυμίᾳ εἰς ἁμαρτίαν, τῇ Βηρσαβεὲ συμφθαρεὶς καὶ τὸν Οὐρίαν ἀπεκτονώς. Οὐκ ἂν δὲ ἐξηγέρθην τῇ μετανοίᾳ, εἰ μὴ Κύριος ἀντελάβετό μου. Τοῦτο δέ ἐστιν ὁμολογοῦντος μὲν ἐναργῶς τῆς ἀνθρωπίνης διανοίας τὸ ἀσθενὲς, στεφανοῦντος δὲ ταῖς εὐφημίαις τὸν ἀεὶ σώζοντα καὶ ἐπικουροῦντα Θεὸν, καὶ τὴν τοῦ διαβόλου παγίδα συνθραύοντα, καὶ ἐξέλκοντα αὐτῆς τοὺς ἁλόντας αὐτῇ. Ἀλλὰ καὶ τοῦ Ἀβεσσαλὼμ, φησὶν, ἐπιβουλεύοντος, Ἐγὼ ἐῤῥᾳθύμουν καὶ οἷον ἐκάθευδον· νῦν δὲ ἀνέστην καὶ οἶδα, ὅτι Κύριος ἀδικουμένου μου ἀντιλήψεται. Ἐκτινάξομαι καὶ τὸν ὕπνον τὸν ἐξ ἀθυμίας, ὃν ἡ νύξ μοι τῆς συμφορᾶς ἐπήνεγκε· καὶ διεγερθήσομαι πρὸς εὐθυμίαν, λευκὴν ὥσπερ ἰδὼν ἡμέραν τὴν φαιδροτέραν τῶν πραγμάτων κατάστασιν. Ἡ γὰρ προσδοκία τῆς τοῦ Θεοῦ ἀντιλήψεως οὐκ ἐᾷ με καθεύδειν καὶ ἀναπίπτειν. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ. (A f. 18 b.) Ἐπειδὴ, φησὶν, ὁ Κύριος ἀντελάβετό μου, διεγήγερμαι, καὶ οὕτω νεανικὸν πεπλούτηκα φρόνημα, ὡς κατὰ μηδένα δεδιέναι τρόπον, κἂν μυριάδες λαῶν τῶν μετὰ τοῦ Ἀβεσσαλὼμ περιστοιχίζοιντό με. Καλὴ τοιγαροῦν τῶν ἁγίων ἡ πίστις· δεδίασι γὰρ οὐδαμῶς κατατεθηγμένης αὐτῶν ἀναριθμήτου πληθύος ἐχθρῶν, ὅταν ἐπαμύνῃ Θεός. Ἀρκεῖ