# Expositio in Psalmos 69.729

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.729

γὰρ καὶ μόνος παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. Οὐκ ἐφοβήθη οὐδὲ ὁ Κύριος τοὺς κατὰ τὸν καιρὸν τοῦ πάθους κυκλοῦντας αὐτῷ Ἰουδαίους καὶ ἐθνικούς· διὸ καὶ λεγεῶνας ἀγγέλων παρῃτήσατο. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. (A f. 19.) Χρῆμα μὲν οὐκ ἀζήμιον τοῖς κάμνουσιν ἡ σιγή· χρήσιμον δὲ καὶ σωτήριον τὸ λέγειν· «Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.» Πλὴν οὐχ ἅπασιν οἶμαι πρέπειν αὐτό. Οἱ γὰρ τῶν θείων μὲν καταφρονοῦντες θελημάτων, ταῖς δὲ ἰδίαις ἡδοναῖς ὥσπερ ὅλας ἀνέντες ἡνίας, πῶς ἢ πόθεν ἂν σχοῖεν πρὸς Θεὸν παῤῥησίαν; Τοῖς γε μὴν εὐάγωγον τοῖς παρὰ Θεοῦ νόμοις ὑπέχουσι τὸν αὐχένα, παῤῥησία πολλὴ πρὸς αὐτόν· φαῖεν δ' ἂν εἰκότως τὸ, Ἀνάστα, σῶσόν με τὸν σὸν γνήσιον οἰκέτην. Καὶ ὁ Δαβὶδ οὖν Κύριον ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, ὡς ποιῶν αὐτοῦ τὸ θέλημα, καί φησι· «Σῶσόν με, ὁ Θεός μου·» μετὰ πολλῆς διαθέσεως τὸν τῶν ἁπάντων Θεὸν ἰδιοποιούμενος, καὶ ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπόλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; «Σῶσόν με.» Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χριστὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέγει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχοι καὶ αὐτὸς σωτηρίας. Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, «Ἵνα τί ὑπνοῖς, Κύριε;» ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακροθυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· «Σῶσόν με ἐκ τῆς ὥρας ταύτης.» Τὸ αὐτὸ δὲ καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ Δαβὶδ οὖν αὐτὸς πρότερον τὸν ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. (A f. 19 b, B f. 12 b, E f. 7.) Σκόπει δὲ τοῦ λόγου τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ' οὐδενὶ πλημμελήματι. Ἐχθραίνει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχθρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ,» καὶ τὰ ἐξῆς. Καὶ ὁ Δαβὶδ πολλοὺς εἶχε μάτην

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
