Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.733
Not analysed yet
σαν δὲ τῇ ἀληθεῖ τοῦ Χριστοῦ δυνάμει ἐνανθρωπήσαντος· ἡ δὲ ὑπ' αὐτῶν πολεμηθεῖσα φύσις καὶ σωτηρίας καὶ εὐλογίας ἀπέλαυσεν. ΨΑΛΜΟΣ Δʹ. Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ Δαβίδ. (A f. 20.) Τὸν μὲν τρίτον ψαλμὸν συνέταξεν ὁ μακάριος Δαβὶδ, ἔτι τοῦ πρὸς τὸν Ἀβεσσαλὼμ συνεστῶτος πολέμου, ὅθεν καὶ ὀλοφυρμοὺς περιεῖχε· τὸν δὲ τέταρτον τοῦτον, μετὰ τὸ νικῆσαι τὸν πόλεμον, ἀνατίθησι τῷ νικοποιῷ Θεῷ εὐχαριστήριον. Διὸ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ Εἰς τὸ τέλος, Τῷ νικοποιῷ ἤγουν ἐπινίκιον ἀναγράφουσι τὴν ᾠδήν. Εἰς τὸ τέλος μὲν οὖν ἐπιγέγραπται, ὅτι ἐπὶ καταλύσει τῆς τυραννίδος ὁ ψαλμὸς συνετέθη· Ἐν ὕμνοις δὲ, ὅτι οὐκ ἔτι δακρύει ὁ Δαβὶδ, ἀλλ' ὑμνεῖ τὸν τῆς νίκης δοτῆρα Θεόν· ψαλμὸς δὲ ᾠδῆς, ὅτι πανηγυρίζων, ᾠδικώτερον ᾄδει τὸ ἐπινίκιον. [Ἐν τῷ ἐπικαλεῖσθαί με. Ἄτοπόν ἐστι σιγῇ καταχωννύναι τὸν τῆς εὐεργεσίας τρόπον, ὅπερ οἱ ἐν Εὐαγγελίοις ἐννέα λεπροὶ ὀνειδίζονται. Ἢ τοίνυν τὴν θείαν καταθαυμάζει φιλοτιμίαν, οὐκ ἐν παρατάσει χρόνου τὰ αἰτήματα πληρώσασαν· ἢ τάχα διδάσκει, ὡς οὐκ ἐν τῷ σιγᾷν, ἀλλ' ἐν τῷ μᾶλλον ἐπικαλεῖσθαι, σέσωσται. Δείκνυται δὲ διὰ τοῦτο, μέγα καὶ ὀνησιφόρον τὸ ἀδιαλείπτως προσεύχεσθαι.] Ὁ Θεὸς τῆς δικαιοσύνης μου. (A f. 21.) Εὑρήσομεν δὲ αὐτὸν, τὸν ἐνθάδε χρησίμως δίκαιον ἑαυτὸν εἶναι λέγοντα, καὶ πλημμελείαις ἔνοχον ὁμολογοῦντα ὑπάρχειν. Εἶτα πῶς ἂν εἴη, φησὶν, ἀληθὲς, ὅτι δίκαιος ὁ αὐτὸς καὶ πλημμελείαις ἔνοχος; Ὅτι παρέπεται τοῖς δικαίοις καὶ ὀλισθήματα, κατὰ τὸ, «Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» Ἕτερον τοίνυν ἐστὶ τὸ ἀκαταλήκτως πλημμελεῖν, καὶ ἕτερον τὸ ἐν τῷ πειρᾶσθαι κατορθοῦν τὴν δικαιοσύνην, ὀλιγάκις ἔσθ' ὅτε τὴν κοινὴν τῆς φύσεως ὑπομένειν ἀσθένειαν. «Παραπτώματα γὰρ τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. «Τίς δὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;» Ἐν θλίψει ἐπλάτυνάς με. (A f. 21 b.) Ἐπειδὴ εἶπεν ὅτι Εἰσήκουσέ μου ὁ Θεὸς, ὡσανεί τινος αὐτὸν ἐρωτήσαντος, Κατὰ τί εἰσηκούσθης, ὦ προφήτα; τί δέ σοι καταθύμιον εἰς πέρας ἐκβέβηκε; διαλευκαίνει τῆς ἐπικουρίας τὸν τρόπον, καί φησιν, ὅτι «Ἐπλατύνθην ἐν θλίψει·» τουτέστιν, οὐκ ἀπήλλαγμαι μόνον τῶν περιστάσεων καὶ τοῦ ἐν μοχθηροῖς εἶναι πράγμασιν, ἀλλὰ γὰρ ἰδοὺ καὶ πρὸς εὐθυμίαν κατευρύνομαι. Εἰσήκουσέ