Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.737
Not analysed yet
ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ' αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθεξιν καὶ περιφανὲς τὸ ἀξίωμα. Δέχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήματα· οὗ τί γένοιτ' ἂν τὸ ἰσοστατοῦν; Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. (A f. 24.) Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖσθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ' ἡμῖν. Ἐν ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς· δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτεται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦται παρὰ τοῦ Θεοῦ· ἐπειδ' ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμφαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς πέρας, τὰ τῆς δίκης συνεκτείνεται. Φησὶν οὖν καὶ νῦν ὁ Δαβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. (A f. 25 b.) Τίθησι δὲ τὰ καθ' ἑαυτὸν εἰς παράδειγμα ὁ Δαβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μονονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ' αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέγων δὲ, «Θύσατε θυσίαν δικαιοσύνης,» οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χριστῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγωγὰς, ἀλλ' οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρωπον κατὰ συνείδησιν· προσεκομίζοντο γὰρ τῆς ἀληθοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρτοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περιαστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς. Λέγοι δ' ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμάτων ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ' ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ' ὃν μόνον ἐλπίζετε, μηδένα τοῦ γράμματος ποιούμενοι λόγον.