# Expositio in Psalmos 69.740

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.740

Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ; (A f. 25 b.) Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ οὔσης; Καὶ ἄλλων μὲν τρυφώντων, ἡμῶν δὲ ἐν πτωχείᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς, τί τεκμήριον τῆς θείας κηδεμονίας; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. (A f. 26.) Κρυφιωδέστερον δὲ καὶ μυστικώτερον, πρόσωπον μὲν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον Πνεῦμα εἰς ἡμᾶς· δι' οὗ κατεσφραγίσμεθα, εἰς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι· δι' οὗ καὶ δεδιδάγμεθα τὰ ὄντως ἀγαθὰ, δι' ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρδίαν, βεβαιούμενοι πρὸς ἐλπίδα τὴν ἐπὶ τοῖς ἐσομένοις ἀγαθοῖς. (C f. 8.) Οἱ μὲν ἄγγελοι βλέπουσι διὰ παντὸς τὸ πρόσωπον τοῦ Θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ. Πρόσωπον δὲ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς· φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν· εἴπερ, κατὰ τὴν σοφὴν Θεκωΐτιδα, ὡς ἄγγελος Θεοῦ ἦν ὁ Δαβὶδ εἰδὼς τὰ ἐπὶ τῆς γῆς πάντα. (K f. 31.) Καὶ ποῖον ἄρα ἐστὶν τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; Ὁ τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκών· καὶ διὰ τοῦτο λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Ἐσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύουσιν εἰς αὐτόν. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. (A f. 26 b.) Οὕτως τεθαύμακα, φησὶ, τοὺς τολμῶντας λέγειν· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» καίτοι παρὸν ἀπὸ τῶν ἐν χερσὶ βεβαιοῦσθαι πρὸς τὰ μέλλοντα. Ἐσχήκαμεν γὰρ ἐνέχυρα τῆς μελλούσης ἡμερότητος ἔσεσθαι πλουσίως, τὴν ἐν τῷδε τῷ κόσμῳ φειδώ τε καὶ πρόνοιαν τοῦ Δημιουργοῦ. Χαρίζεται γὰρ τῇ φιλοτίμῳ δεξιᾷ τὰ ἀναγκαῖα πρὸς τὸ ζῇν· καὶ καθίησι μὲν ὑετοὺς, τὰς δὲ ἐξ ἀγρῶν εὐκαρπίας ἀνίησι κατὰ καιρούς. Ὁ τοίνυν ἀμφιλαφῶς χορηγήσας τὰ ζωαρκῆ, πῶς ἂν διαψεύσαιτο χαριεῖσθαι λέγων τὰ μετὰ τόνδε τὸν βίον; Ἐμοὶ οὖν ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. (A f. 27 b, C f. 8 b.) Κατὰ δὲ τὸν θεῖον Κύριλλον,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
