# Expositio in Psalmos 69.744

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.744

ΨΑΛΜΟΣ ϛʹ. Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήματος, ῥητοῦ προκειμένου· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.» Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυμος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 33.) Λέγων δὲ, «Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με,» παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμματος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενηκότων. Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. (A f. 34 b.) Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ' Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφανισθῆναι. Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, αἰτεῖ τὴν ἐπικουρίαν· καὶ Διψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρθρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ' ἀλλήλων ἁρμονίας. Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογισμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρετῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα ἡδονή. Ὅτι δὲ ὀστᾶ τροπικῶς νοηθεῖεν ἂν αἱ νοηταὶ τῆς ψυχῆς δυνάμεις, καθ' ἃς ἔχει τὴν εἰς τὸ εὖ εἶναι σύστασιν καὶ διαμονὴν, αὐτὸς ὁ Δαβὶδ ἑρμηνεύει τοῦ λόγου τὸ αἴνιγμα, δι' ὧν ἐπήγαγε τοῖς εἰρημένοις. ὅτι Ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. (A f. 35 b.) Οἶμαι δὲ καὶ ἕτερόν τι κατασημαίνε-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
