# Expositio in Psalmos 69.749

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.749

εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. (A f. 41) Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας ἑαυτῷ ὁ Δαβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέσει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ' αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ' ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι' αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Καὶ δῆλον ἀφ' ὧν ἐπάγει· λέγει γάρ· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός. (E i. 12) Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. (A f. 42 b) Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λόγος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκάλει λέγων· «Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ;»), ἀλλ' ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περάτων τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀνθρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτήριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔχοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου. Τούτων κατεξανέστη Χριστός. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω. (A f. 43 b) Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο· καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ' οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπισκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι' οὗ καὶ αὐτὸν ἐγνώκαμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμένης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ ἐπηγγείλω ποιήσειν· τοῦτο γὰρ ἐνταῦθα δηλοῖ τὸ ἐντείλασθαι.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
