# Expositio in Psalmos 69.752

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.752

Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. (L f. 44) Τάχα δὲ τὸ, εἰς ὕψος ἐπίστρεψον, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας· ἢ τὴν εἰς οὐρανοὺς τοῦ Χριστοῦ ἀναφοίτησιν· ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Πῶς ὑπὲρ ἡμῶν; Ἡμῖν ἐγκαινίζων πρόσφατον ὁδὸν καὶ ζῶσαν, ἵνα καὶ αὖθις βάσιμος ὑπάρχῃ λοιπὸν ὁ οὐρανὸς, καὶ εἰσερχώμεθα εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρξαμένου καὶ τοῦδε τοῦ ἐν πᾶσι πρωτεύοντος, δηλονότι Χριστοῦ. Κύριος κρινεῖ λαούς. (A f. 44) Εἴρηται δὲ ἐνταῦθα, τὸ κρινεῖ, ἀντὶ τοῦ, δικάσει. Ἐδίκασε γὰρ ἡμῖν τε καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανὸν, τῆς κατὰ πάντων τυραννίδος ἀπώσατο· τοὺς δὲ τὴν ἀφόρητον ὑπομείναντας πλεονεξίαν, κατηλέησεν ὡς Θεὸς καὶ τῇ πίστει ἐδικαίωσε. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. (A f. 45) Ἑτέρως δὲ εἰπὼν ὁ προφήτης, ὅτι Κύριος κρινεῖ λαοὺς, εἰσφέρει νῦν καὶ τὸ τῶν κρινομένων πρόσωπον, τὴν οἰκείαν ὁμολογούντων ἀσθένειαν, οὔτω τε κριθῆναι παρακαλούντων, ὡς ἂν πρέποι τοῖς τῆς ἀνθρωπότητος μέτροις· ἑτέρα μὲν γὰρ, ὡς ἔφημεν, ἀγγέλων δικαιοσύνη πρέπουσα πάντως τῇ αὐτῶν φύσει· ἑτέρα δὲ ἡ ἀνθρώπων, σμικρὰ δηλονότι καὶ ἀναλόγως ἔχουσα τῇ τῆς φύσεως ἀσθενείᾳ. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. (A f. 46) Συντελεσθήτω οὖν πονηρία ἁμαρτωλῶν, τουτέστι καταργηθήτω τοῦ διαβόλου ἡ τυραννὶς, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων· ἵνα λοιπὸν δι' εὐθείας ὥσπερ καὶ λειοτάτης ἔρχοιτο τρίβου πρὸς τὴν εὐδόκιμον πολιτείαν πᾶς εἴτις ἐστὶ δικαιοσύνης ἐργάτης. Παροτρύνοντος γὰρ μηδενὸς ἐπὶ θάτερα, κατευθυνεῖ πάντως ὁδὸν αὐτοῦ ὁ δίκαιος· ἢ τάχα συντελεσθῆναι τὴν ἐν τοῖς ἁμαρτωλοῖς πονηρίαν εὔχεται ὁ Προφήτης, τουτέστι παύσασθαι μετατιθεμένων αὐτῶν πρὸς ἀρετήν. Οὐκοῦν κατάληξιν ἁμαρτίας αἰτεῖ ἐν ἑκάστῳ τῶν ἐξ ἀσθενείας ὠλισθηκότων, ἵνα λοιπὸν ὁ δίκαιος κατευθύνηται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἀποφανθῆναί τινα τῶν εἰς ἀρετὴν ἀνδραγαθημάτων ἀποτελεστὴν, πρὶν ἂν παύσηται τοῦ εἶναι πονηρός. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. (A f. 46 b) Ἁρμόσει δὲ ὁ λόγος καὶ Ἰουδαίοις καὶ Ἕλλησιν· ἐπειδὴ γὰρ τὸ μὲν ἐν γνώσει πλημμελεῖν, καταφρόνησίς ἐστιν ὁμολογουμένως· τό γε μὴν ἐν ἀγνοίᾳ τοῦτο δρᾷν, εὐάφορμον ἔχει τῆς συγγνώμης τὴν αἴτησιν (πεπλάνηντο δὲ καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, οἱ μὲν ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀποκομιζόμενοι πρὸς τὸ εὐπειθὲς, καὶ τὸν Λυτρωτὴν ἀγνοήσαντες· οἱ δὲ οὔπω τὸ θεῖον φῶς λαβόντες εἰς νοῦν, οὔτε μὴν ἐγνωκότες τίς ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός)· διὰ τοῦτο ὁ ἐτάζων καρδίαν καὶ νεφροὺς, ἔγνω τούτους τε κἀκείνους πλημμελοῦντας ἐξ ἀμα-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
