# Expositio in Psalmos 69.753

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.753

θίας, καὶ ὡς ἀπό γε τοῦ μὴ εἰδέναι τὸ θέλημα τὸ Δεσποτικὸν, καὶ δικαίαν αὐτοῖς ἐκνενέμηκε τὴν ἐπικουρίαν. Ὀφείλεται γὰρ τοῖς πεπλανημένοις ἡ ἐπιστροφὴ, τοῖς ἐσκοτισμένοις ὁ φωτισμὸς, τοῖς ἠσθενηκόσι τὸ ἐνισχύεσθαι παρ' αὐτοῦ. Διό φησιν· «Ἡ βοήθεια δικαία παρὰ τοῦ Θεοῦ.» Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, κ.τ.λ. (A f. 47 b) Ἐπωφελὲς μὲν οὖν τὸ παράγγελμα τοῖς τὸν ἄφετον καὶ ἀνειμένον ζῶσι βίον, ὅτι κριτὴς δίκαιος ὁ τῶν ὅλων Θεός. Ἔστι δὲ πρὸς τοῦτο καὶ ἰσχυρός. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; καὶ, Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ναὶ μὴν καὶ μακρόθυμος, μὴ παρὰ πόδας μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγων τοῖς ἁμαρτάνουσι. Πλὴν εἰ καὶ ἀνεξίκακος, οὐ χρὴ διὰ τοῦτο ἡμᾶς ῥᾳθυμεῖν. Μετακομιστέον δὲ πάλιν τοὺς λόγους καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν· ἐπιφωνήσοι γὰρ ἄν τις αὐτοῖς, ὡς εἰ μὴ θᾶττον ἀπόσχοιντο τῶν οἰκείων ἐπιτηδευμάτων, καὶ οἱ μὲν τοῦ τῇ κτίσει λατρεύειν ἀποσταῖεν, οἱ δὲ τὴν εἰς Χριστὸν πίστιν εἰσδέξαιντο, κριτῇ περιπεσοῦνται δικαίῳ καὶ ἰσχυρῷ, καὶ μακροθύμῳ μὲν, πλὴν εἰ μὴ ἀποδύσονται τὰ ἐγκλήματα, καὶ κολάζοντι· τοῦτο γὰρ διὰ τῶν ἐφεξῆς στίχων διδάσκει. Ἵνα γὰρ μὴ ἀκούοντες, ὅτι μακρόθυμος, ῥᾳθυμότεροι γένωνται, ἐπήγαγεν, ὅτι Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε. (A f. 48 b, B f. 29) Στιλβώσει, ἀντὶ τοῦ, Γυμνώσει καθ' ὑμῶν τὴν μάχαιραν. Φιλάνθρωπον δὲ τὸ κήρυγμα καὶ ἐξ ἡμερότητος τοῦ Θεοῦ προτεινόμενον τοῖς οὖσιν ἐν ἀσθενείαις· οὐ γὰρ ἁπλῶς, ὅτι γεγόνασιν ἐργάται τῶν πονηρῶν, ἠπείλησεν τὴν ῥομφαίαν αὐτοῖς· ἀλλ' εἰ μὴ βούλοιντο θᾶττον ἐπιστρέφειν, ὅτι πάντη τε καὶ πάντως περιπεσοῦνται δεινοῖς, ἐφήσει νοεῖν. Ἐνέτεινε δὲ καὶ τὸ τόξον, ἕτοιμον ἔχων αὐτὸ τῶν τοῦ θανάτου σκευῶν, ἤτοι τῶν βελῶν, ἐπίμεστον, ἃ καὶ ἐξειργάσθαι φησὶν τοῖς καιομένοις, τοῖς τῆς γεέννης υἱοῖς [cod. υἱοὺς], οἳ κατὰ καιροὺς ἀκούσονται τοῦ Κριτοῦ λέγοντος· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι,» καὶ τὰ ἑξῆς. Ῥομφαίαν γε μὴν τόξον τε καὶ βέλη καὶ σκεύη θανάτου, ἢ τὰς διαφορὰς τῶν κολάσεών φαμεν ὑποδηλοῦν, ἤγουν δυνάμεις τινὰς ἐπιφερούσας ἀναλόγως τοῖς ἑκάστου πλημμελήμασι τὰς δίκας. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ' ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ' ὡς ἐν κρυπτῷ καὶ νοήσει δρώμενα. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. (A f. 49) Ἀκουέτωσαν ταῦτα καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, ὡς ταῖς ἀφύκτοις περιπεσοῦνται δίκαις, εἰ μὴ ἐπιστρέφειν ἕλοιντο, καὶ οἱ μὲν τῆς ἀρχαίας ἀπόσχοιντο πλάνης, οἱ δὲ τῇ μετανοίᾳ τὰ τῆς κυριοκτονίας ἐγκλήματα διασμήχοιντο. Ὠδίνησεν ἀδικίαν, κ.τ.λ. Λάκκον ὤρυξε, κ.τ.λ. (A f. 50 b) Ἀλλὰ γὰρ προσεξεργαστέον καὶ ἔτι τὴν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
