# Expositio in Psalmos 69.757

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.757

κειμένης ᾠδῆς ἡ τῶν ἐθνῶν κλῆσις· ἐπεγράφη δὲ αὕτη· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Καὶ τὸ μὲν Εἰς τὸ τέλος, δηλοῖ τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γενομένην ἐπιδημίαν, ἤγουν ἐνανθρώπησιν τοῦ Μονογενοῦς· τὸ δὲ ὑπὲρ τῶν ληνῶν τοιάνδε τὴν διάνοιαν ἔχει· τινὲς μὲν γὰρ βούλονται ληνοὺς ὠνομάσθαι τροπικῶς τὰς Ἐκκλησίας Χριστοῦ, εἰς ἃς οἷά τινας βότρυας συγκομίζουσιν οἱ μυσταγωγοὶ τοὺς ἔκ τε τῆς Ἰουδαίων ἀγέλης καὶ ἐκ τῶν ἐθνῶν πιστεύοντας εἰς Χριστὸν, καὶ οἷον ἐξ ἀμπελῶνος Δεσποτικῆς καρποὺς συναγείρουσιν· ἢ ληνοὺς εἶναί φασι τὰ θυσιαστήρια, διὰ τὸ ἐν αὐτοῖς συμφέρεσθαι τὰς παρὰ πάντων δωροφορίας. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. (A. f. 53) Πάλαι μὲν γὰρ ἡ τοῦ Θεοῦ δόξα μονονουχὶ συνεστέλλετο κατὰ μόνην τὴν Ἰουδαίαν· γνωστὸν γὰρ ἦν ἐν αὐτῇ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· ἐπειδὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, τεθαύμασται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐκπλήττεται τοίνυν ὁ προφήτης τὴν εἰς ἀνθρώπους χυθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ· οὐκέτι γὰρ μόνοις γνωστὸς τοῖς ἐν τῷ Ἰούδᾳ ὁ Θεός. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου. (A. f. 53 b) Τάχα δὲ οὐκ ἄλλη τῆς οἰκονομίας αὐτοῦ ἡ ἐπαρθεῖσα μεγαλοπρέπεια. Τί γάρ ἐστιν ἐν αὐτῇ μὴ ἔχον ἐν μεγάλοις τὸ πρέπον; ἐκ παρθένου τόκος, ἐν θαλάσσῃ πορεία, ἐν θανάτῳ ἀφθαρσία, καὶ ὅσα τούτοις ἐοικότα. Αὕτη τοίνυν ἡ μεγαλοπρέπεια ἐπήρθη, καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιηκέναι. Οὕτω νοητέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κ.τ.λ. (C. f. 14) Τὴν νέαν καὶ καινὴν συναγωγὴν, ἐκ νηπίων λέγει συνεστάναι ψυχῶν, διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συνιστᾶσαν τῆς οἰκουμένης μετὰ τὴν ἀνάληψιν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτὸν τῶν παίδων· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» ἀγανακτοῦσι τοῖς Ἰουδαίοις φησί· «Οὐδέποτε ἀνέγνωτε;» καὶ τὰ ἑξῆς. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. (A. f. 54) Τὸν διάβολον δηλονότι, ἐπειδὴ μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτήματος ἐν ὀφθαλμοῖς παριστῶν. Ὁ αὐτὸς γὰρ καὶ εἰς τὸ πλημμελὲς κατωθεῖ, καὶ κατήγορος τῶν ἡμαρτηκότων γίνεται· ὡς μὲν οὖν ἐχθρὸς, ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς, παραδεδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσε διὰ τὰς εἰς Θεὸν βλασφημίας.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
