# Expositio in Psalmos 69.760

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.760

Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; (A f. 56) Ἄπερ οὖν καὶ ὁ Δαβὶδ ἐννοῶν, θαυμάζεται καὶ λέγει· Εἰ καὶ θαυμαστά σου δημιουργήματα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπερ ἥδρασας δι' ὅλου τοῦ αἰῶνος ἑστάναι, οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Ἀλλά γε τὰ κατὰ τὸν ἄνθρωπον μᾶλλον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν, εἴπερ σμικρόν τι παρὰ σοὶ καὶ οὐδαμινὸν ἐτύγχανε ζῶον. (B f. 32) Ἄλλοι μὲν τῶν Ἰουδαίων καθηγηταὶ πεπλάνηνται, μὴ συνιέντες τὸ μυστήριον· ἐγὼ δὲ, φησὶν, τοῖς τῆς διανοίας ὄμμασιν ἐνορῶν τὴν κτίσιν, σὰ τὰ πάντα δημιουργήματα βλέπω. Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην, καὶ τὸν ἐπ' αὐτοῖς τέθεικας νόμον διηνεκῆ· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Ἐθεμελίωσας αὐτά.» Καὶ μετ' ὀλίγα· Οὐκοῦν εἰ καὶ γέγονας, φησὶν, καθ' ἡμᾶς, καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον οἰκονομικῶς ὑπελθὼν οὐκ ἐπεγνώσθης παρά τινων, ἀλλ' ἐγὼ τὴν σὴν ἐπίσταμαι δόξαν· οἶδα τῆς κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα, ὁμολογῶ καὶ ἐν σαρκὶ γεγονότα δημιουργὸν τῶν ὅλων, οἶδά σε Κύριον καὶ παρενεγκόντα πρὸς σὲ ἥλιον καὶ σελήνην. Δέχεται δὲ ἀπὸ μέρους, ἵνα πᾶσαν νοῇς τὴν κτίσιν. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. (A f. 56 b, B f. 32 b, K f. 35 b.) Λογικαὶ μὲν οὖν αἱ ἄνω δυνάμεις, μακράν τε καὶ ἀτελεύτητον τρίβουσαι ζωήν. Ὁμοίως δὲ λογικὸς ἐπὶ γῆς ὁ ἄνθρωπος, εἰ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τοῖς ἄνω, βραχὺ δὲ ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· καὶ ἐλάττων, καθ' ὃ ὑπὸ δίκην ἐστὶ θανάτου καὶ φθορᾶς, καὶ τοῦτο μετὰ τὴν παράβασιν· αὕτη γὰρ εἰσῆξε τὴν φθορὰν καὶ τὸν θάνατον. Ἠλαττῶσθαι τοίνυν ἀγγέλων λέγεται ὁ Χριστὸς διὰ τὸ πάθημα τοῦ θανάτου· παθεῖν γὰρ ἠνέσχετο σαρκὶ τῇ ἰδίᾳ, καίτοι μεμενηκὼς ἀπαθὴς τῇ τῆς θεότητος φύσει. [Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι' ὧν ὑπάρχων Θεὸς κατὰ φύσιν, ἠλάττωται δι' ἡμᾶς. ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. «Συνήγειρε γὰρ ἡμᾶς, καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις ἐν Χριστῷ.» Συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ' ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. Οὕτω γὰρ τῇ αὐτοῦ πτωχίᾳ πεπλουτήκαμεν, δι' οὓς δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καίτοι τῆς δόξης Κύριος ὢν ὡς Θεός. Ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα.] Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. (A f. 58) Ἀναδιπλασιάζει τὸ θαῦμα, καὶ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τίθησιν, ἐκπληττόμενος ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
