# Expositio in Psalmos 69.768

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.768

(A f. 63) Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτωχεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία λογικὴ βεβοήθηκεν, ἀλλ' αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ. Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ' αὐτῇ γεγονότων ἀναφωνεῖν, ὅτι «Αἱ ἀνομίαι μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος. Πεπιεσμένης τοίνυν τῆς ὑπ' οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν. Οἱ δέ γε ἀλιτήριοι δαίμονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατεψεύδοντο λέγοντες· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἀλλ', ὦ παμπόνηροι, φαίη τις ἂν, οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ' ἐν εὐκαιρίᾳ καὶ ἐν θλίψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ [var. lect., σοὶ] οἱ γινώσκοντες τὸ ὄνομά σου. (A f. 63. b) Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ' αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα. Καὶ τοῦτο διδάξει λέγων αὐτός· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ.» Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. (A f. 63 b) Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει. Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ' ὕδατι.» Οὕτω καὶ ἕτερός φησιν· Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. (A f. 64) Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν· οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός· ἀλλὰ Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται. Πρέποι δ' ἂν ὀνομάζεσθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν· ἑρμηνεύεται γὰρ Σιὼν σκοπευτήριον· τοῦτο δέ ἐστιν αὕτη τε κἀκείνη. Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
