# Expositio in Psalmos 69.769

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.769

οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ' οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ. «Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ἀπεφοίτησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων· «Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν.» Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν· «Ἄκουσον, θύγατερ,» καὶ τὰ ἑξῆς, «ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου.» Τοῖς γε μὴν κατοικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν· ἀλλ' ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας· ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. (A f. 64 b) Χριστοῦ δέ φαμεν ἐπιτηδεύματα, ἤτοι τὰς θεοσημείας, ἢ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός· πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη. (A f. 64 b) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. (A f. 65) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλειστάκις παρακαλοῦντας ἁγίους· τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοητήν)· τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα. Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πεποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ' οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς. Ἔφασκον γάρ· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς·» καὶ πάλιν· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι.» Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε (πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)· φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημάτων παρ' αὐτῶν γέγονεν ἡ φωνή. Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
