# Expositio in Psalmos 69.776

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.776

βείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται· ὁ γὰρ τῷ πλησίον ὀρύσσων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ κρῖμα ἀληθῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπάτην κατὰ τοῦ μηχανωμένου τρέποντος. Ἁμαρτωλὸν δὲ ἐνταῦθα καλεῖ ὁ Δαβὶδ, ἤτοι καθ' ὅλου τὸν ἁμαρτίαις ἔνοχον (πᾶσα γὰρ ἀνάγκη τὸν οὕτω ζῇν εἰωθότα, κολάζεσθαι τοῖς ἰδίοις ἔργοις ἐμπεπαρμένον· σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)· ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως· ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκάμενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυτοῦ πλημμελήμασι. Κληθείη δ' ἂν ἁμαρτωλὸς καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών· κατεσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. (A f. 67 b) Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πολύευκτον χάριν, δι' ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι. Ἢ τάχα ἔθνη Θεοῦ ἐπιλανθανόμενα, οἱ δαίμονές εἰσι· κατ' οὐδένα γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ' ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλημένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ. Τούτους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι· μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέκληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας ἀπάτης ἀπολυσάμενοι ζυγόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. (A f. 68) Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος (ὂν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ' οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μηδὲ κραταιὸς φαίνηται. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. (A f. 68 b) Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται· Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπταισμένων δοῖεν δίκας, ἀλλ' ἵνα γνωσθεῖεν ὡς ἠδικημένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χειρός· ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιοκρισίαν, καθ' ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν. (A f. 68 b) Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πολλοὶ καὶ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
