Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.777
Not analysed yet
τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον· τὸ μὲν γὰρ, ἀνάγκης σώματος· τὸ δὲ, διεφθαρμένης προαιρέσεως. Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομοθέτην καταστῆναι Χριστόν· καὶ τὴν αἰτίαν ἐπιφέρει, δι' ἢν τοῦτο εὔχεται· «Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσι.» Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι· ὥστε τὸν Δαβὶδ ἐπιστενάζοντα λέγειν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν.» Ἀνεκομίσθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευθύνονται. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; (A f. 69.) Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔχεται. Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως· Ἵνα τί ἀφέστηκας μακρόθεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν ὁ ἔλεος. Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ' ἡμῶν· οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλλον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν. Εἰ δὲ ἀφεστάναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ' ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν· ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται. Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως διαφορᾷ· πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά. Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν· οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ. Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ' οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός. (C f. 18 b.) Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικούμενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμενος· ὅταν γὰρ ἴδῃ τὸν ἀσεβῆ εὐοδούμενον, ὑπὸ τῶν λογισμῶν ἐμπυρίζεται, τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον. (A f. 69 b.) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ