# Expositio in Psalmos 69.781

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.781

ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν. Εἶτα ὡς ἐν ἐπερωτήσει· Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ· βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ. (A f. 70 b, B f. 39.) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνενευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, καὶ ἀνατέτραπται θέλημα τὸ Δεσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἀντανίστανται. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. [Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνενευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. (C f. 19.) Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς. Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου. (A f. 71.) Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται· καὶ μὴν καὶ ἐνεδρεύει πτωχοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων. Τὸ δὲ «μετὰ πλουσίων,» τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν. Ὥσπερ γὰρ οἱ δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι· μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι. Συν-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
