# Expositio in Psalmos 69.788

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.788

κνα Θεοῦ γενέσθαι· οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν. Ὀρφανῷ σὺ ἦσθα βοηθός. (Cf. 20.) Οὐκ εἶπε· Σὺ εἶ, ἀλλ', Ἦσθα. Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφανῶν ἐτύγχανες· νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. (A f. 72 b, E f. 18.) Καὶ τοῦ Σατανᾶ δὲ τοσαύτη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι· τοιγάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, τουτέστιν ἡ καθ' ἡμῶν δυναστεία. Πλὴν ἁγιοπρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα. Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βραχίονα, τουτέστι τὴν δυναστείαν· ἐπ' οὐδενὶ γὰρ ἔχουσιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς. Ἁμαρτωλοῦ τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθῇ. (B f. 41.) Εἰ γὰρ ἐρευνῷτο, φησὶν, ἡ [ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι' αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. (A f. 73.) Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρτους δαίμονας, ἀλλ' οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει. Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. (A f. 73.) Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοιαύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλήθειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν. (A f. 73.) Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπεινὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατανᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους. Τούτου γὰρ γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
