Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.793
Not analysed yet
ματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροωμένων ὁ νοῦς, ἀλλ' ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρωπίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκοτομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. (C f. 21.) Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται· ταῦτα γὰρ καὶ ἡμεῖς ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν νύμφην, ὡς θυμῷ καὶ κρίσει μᾶλλον, οὐχὶ δὲ γάμῳ καὶ χαρᾷ πρεπόντων ἐμνημόνευσεν. Ἢ ὀφθαλμὸς τὸ ἀλάθητον τοῦ Θεοῦ σημαίνει. Πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. (A f. 76. b.) Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει, ὡς τὸ ποτήριον ἐν χειρὶ Κυρίου ἐξ οὗ πίονται ἁμαρτωλοί. Τὸ μὲν οὖν τῶν δικαίων ποτήριον ἀποφέρει πρὸς σωτηρίαν αὐτούς· ποιεῖται γὰρ εὐφροσύνην καὶ ζωὴν, κατὰ τὸ, «Ποτήριον σωτηρίου λήψομαι.» Τὸ δέ γε τῶν ἁμαρτωλῶν κατακομίζει πρὸς θάνατον, καὶ ἀκατεύναστον ἔχει φλόγα· πῦρ γάρ ἐστι, θεῖον καὶ πνεῦμα καταιγίδος, ἵν' ἐννοῶμεν ὅτι καθάπερ ἄνεμος ἐμπεσὼν εἰς φλόγα διανίστησιν αὐτὴν καὶ ἀποφέρει πως ἐνεργεστέραν, οὕτω καὶ ὁ τοῦ κρίνοντος θυμὸς, οἷον πνεῦμα καταιγίδος ἐμπίπτων τοῖς κολαζομένοις, ἄσβεστον ἀεὶ ἀποφαίνει τὴν τιμωρίαν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. (C f. 22.) Τουτέστιν ἰσότητα, ἤτις τότε σώζεται καὶ φανεροῦται μάλιστα ὅταν ὑψωθῶσι τοῖς ἀγαθοῖς οἱ διὰ τὸν Θεὸν ἑαυτοὺς ταπεινώσαντες· ταπεινωθῶσι δὲ ταῖς τιμωρίαις πάλιν, οὓς ὁ διάβολος ὕψωσε· ταύτην γὰρ ὁ Θεὸς ὁρᾷ καὶ οἰκεῖ τὴν εὐθύτητα. (A f. 76 b.) Κολασθήσονται τοίνυν οἱ τῆς ἀδικίας ἐρασταί· ἐφορᾷ δὲ τὸν εὐθῆ, τουτέστι τὸν ὅσιόν τε καὶ ἀδιάστροφον, καὶ ὥσπερ τινὰ κανόνα τῆς ἑαυτοῦ πολιτείας καὶ ζωῆς τὸν θεῖον νόμον ποιούμενον. ΨΑΛΜΟΣ ΙΑʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαβίδ. (A f. 77.) ᾌδεται μὲν καὶ ὁ προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. Διαβάλλει δὲ ὁ Δαβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ