# Expositio in Psalmos 69.804

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.804

Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; (A f. 83 b.) Τοῦτον τὸν στίχον ὡς ἐν ἐρωτήσει ἀναγνωστέον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι «Πάντες ἐξέκλιναν» καὶ ἐργάζονται τὴν ἀνομίαν, νῦν φησι· «Καὶ ἆρα οὐ μέλλουσι γινώσκειν οὗτοι τὸν Κύριον, καὶ πιστεύειν εἰς αὐτόν;» Ναὶ πάντως πολλοὶ πιστεύσουσιν· εἰσὶ δὲ οἳ καὶ μενοῦσιν ἐν ἀπιστίᾳ, καὶ διώξουσι καὶ τυραννήσουσι τοὺς πιστεύσαντας εἰς Χριστόν. Ἐκεῖ ἐδειλίασαν φόβον οὗ οὐκ ἦν φόβος. (A f. 84.) Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ Ψαλμῳδός. Ἰουδαῖοι γοῦν οἱ ἐν ἀπιστίᾳ μεμενηκότες, ψοφοδεῆ φόβον ἐφοβήθησαν, ὃν οὐκ ἔδει αὐτοὺς φοβηθῆναι. Τίς δὲ ὁ ἀνόητος φόβος; Ἐδειλίασαν, μήποτε παραδεξάμενοι τὸν Χριστὸν, καὶ εἰς αὐτὸν πιστεύσαντες προσκρούωσι τῷ Θεῷ. Λεχθείη δ' ἂν καὶ περὶ τῶν πιστευσάντων ἡ τοῦ στίχου δύναμις, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὁ μὲν νόμος, φησὶ, Μωσέως κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρεσκεύασε. Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ' ὃν δηλονότι ἡ ἐπιφάνεια· φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ' ἡ πρέπουσα μᾶλλον ἐλευθέροις εὐλάβεια.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
