# Expositio in Psalmos 69.805

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.805

Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; (A f. 84.) Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ' ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ. Ἔφη γάρ· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Ἢ καθ' ἕτερον τρόπον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. Διψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχόμενον; ΨΑΛΜΟΣ ΙΔʹ. Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; (C f. 25.) Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλλοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμενον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολιτείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελλούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγόμενα. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. (B f. 50) Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ' ἐκείνων τὸν ὀνειδισμόν; Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ' αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ' ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐτὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. (B f. 50.) Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρονήματος, ἀλλ' ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομένου τὰ πονηρά. ΨΑΛΜΟΣ ΙΕʹ. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. (C f. 26.) Πάλιν καὶ τοῦτο πρέπον τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι' ὁμολογίας δικαίωσιν. (A f. 88 b) Ἐνταῦθα τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν ὁ Σωτὴρ, τοὺς πρὸς τὸν Θεὸν καὶ Πατέρα ποιεῖται λόγους οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα, διὰ τὸ ἐν τῇ τοῦ δούλου αὐτὸς γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ ἑαυτὸν αἰτεῖ, διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ γὰρ σὰρξ αὐτοῦ Ἐκκλησία·

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
