# Expositio in Psalmos 69.813

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.813

λέγουσαν· «Στήτω ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ·» ἐκ δεξιῶν γὰρ τοῦ μὲν δικαίου ὁ Κύριος, τοῦ δὲ ἁμαρτωλοῦ ὁ διάβολος. [Θεὸς γὰρ φύσει καὶ ζωὴ, καὶ ζωοποιὸς, ἐζωοποίησε τὸν ἑαυτοῦ ναὸν, οὐχ ἑαυτῷ τὸ χρῆμα κατορθῶν, ἀλλ' εἰς ὅλην τοῦ ἀνθρώπου παραπέμπων τὴν φύσιν ὃ ἐντεῦθεν ἀγαθόν. Οὐκ ἠγνόησε τοίνυν τὴν ὁδὸν τῆς ζωῆς, καίτοι τοῦ προπάτορος Ἀδὰμ ἠγνοηκότος αὐτήν.] Ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. (C f. 27.) Διὰ τὸ, «Κάθου ἐκ δεξιῶν μου,» καὶ τὸ κεκαθηκέναι μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τοῦ Πατρὸς τῆς μεγαλοσύνης· πῶς οὖν ὁ Υἱὸς λέγει· «Προωρώμην τὸν Κύριον ἐκ δεξιῶν μου διὰ παντὸς,» τὸν Πατέρα δηλῶν; Οὐκοῦν δεξιὸς τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ τοῦ Υἱοῦ ὁ Πατὴρ, κατὰ τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Ἔοικε δὲ τὸ πρῶτον κατὰ τὸ ἀνθρώπινον εἰρῆσθαι· καθ' ὃ γὰρ Θεὸς, οὐ σαλεύεται. Οὐκ ἄψυχος δὲ ἡ σὰρξ αὐτοῦ· οὐ γὰρ αὐτῆς τὸ λέγειν ἐκ δεξιῶν ἔχειν τὸν Θεὸν καὶ προορᾷν αὐτὸν διὰ παντὸς, ἵνα μὴ ἁμαρτάνῃ. Κίνησιν γὰρ ἁμαρτικὴν τὸ σαλευθῆναι δηλοῖ. Μετὰ τοῦ προσώπου σου τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος. (B f. 54.) Ἦν οὖν ἄρα πρέπον τε ἐοικῶς τῷ τῶν ὅλων Δημιουργῷ, καὶ Κυρίῳ, καὶ Θεῷ τὸ ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι τῶν, αὐτοῦ κτισμάτων ἀναμορφουμένων ἐπὶ τὸ ἄμεινον, καὶ εἰς ὅπερ ἦσαν ἐν ἀρχαῖς ἀναστοιχειουμένων παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ τοῦ Υἱοῦ· ὥσπερ γὰρ δι' αὐτοῦ τὰ πάντα παρήχθη πρὸς γένεσιν, δι' αὐτοῦ τὴν εἰς τὰ ἀμείνω δέχεται διασκευήν. (C f. 28.) Δεξιὰ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ὡραῖος, τερπνότητα τῆς σαρκὸς αὐτοῦ· ὃς τὴν ἄμορφον καὶ ἀκαλλῆ φύσιν ὑψώσας, ἐν δεξιᾷ τοῦ Πατρὸς θεώσει Θεὸν ἐκάθησεν. ΨΑΛΜΟΣ ΙϚʹ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου. (A f. 91 b) Δικαιοσύνην ἐνταῦθα οὐ τὴν τελείαν ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ Δαβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ' ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ' ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακουσθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ' ἔκειτο μέχρι καιροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπόστολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· «Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·» οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς ἀληθινῆς καὶ πνευματικῆς, καθ' ἣν καὶ διαβιοῦν ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν. Αὐτῷ δὲ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
