# Expositio in Psalmos 69.816

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.816

τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· «Εἰσάκουσον δικαιοσύνης μου·» αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Ἐκ προσώπου σου τὸ κρῖμά μου. Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ' ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρισίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. (C f. 28 b.) Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεως κείμενον. Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου (C f. 29.) Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· «Γενηθήτω ἐπ' ἄνδρα δεξιᾶς μου·» Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. (A f. 94.) Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ οἱ τῶν βεβήλων αἱρέσεων εὑρεταί· ἐξ ὧν ῥυσθῆναι παρακαλοῦσιν οἱ ἀπόστολοι· καὶ τὸ ἀσφαλὲς ὅπερ ἡ φύσις τῇ κόρῃ τοῦ ὀφθαλμοῦ δεδώρηται, τοῦτο ζητοῦσι παρὰ Θεοῦ, ἵνα κατὰ μηδένα τρόπον ἀδικηθῇ αὐτοῖς ὁ τῆς διανοίας ὀφθαλμὸς, καὶ πάθοι τὸ σκοτισθῆναι. Ταυτὸ τοῦτο καὶ ὁ Σωτὴρ ἂν εὔξαιτο πρὸς τὸν Πατέρα, ἵνα φυλαχθῇ αὐτὸς, τουτέστι τὸ σῶμα αὐτοῦ, ἡ τῶν πιστῶν Ἐκκλησία, ἐκ τῶν πολεμούντων αὐτῇ, καθάπερ τις κόρη ὀφθαλμοῦ ἀνεπιθόλωτος καὶ ὀρθὰ βλέπουσα. Φυλαχθείημεν καὶ ἡμεῖς ἀπὸ δαιμόνων τῶν ἐναντιουμένων τῇ δεξιᾷ καὶ ἀγαθῇ ἡμῶν πράξει· ἥτις τοῦ Θεοῦ εἶναι λέγεται, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ ἐνεργείας κατορθουμένη, μήποτε τοῦ ἐντὸς ἡμῶν ὀφθαλμοῦ σκοτισθέντος, εἰς τὴν ἀχλὺν τῆς ἁμαρτίας ἐμπέσοιμεν. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσαις με. (A f. 94.) Καὶ οἱ ἀπόστολοι δὲ ἀναγκαίαν ποιοῦνται τὴν αἴτησιν, ὑπὸ σκέπην γενέσθαι τὴν ἐν Χριστῷ, ταλαιπώρους αὐτοὺς ἀποφαίνειν ἐπιχειρούντων ἐχθρῶν καὶ πᾶν εἶδος ἐπιῤῥιπτούντων ἀγρίως ἐπιβουλῆς. Πάντες γὰρ «οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Ἤθελε καὶ ὁ Σωτὴρ τῆς Ἱερουσαλὴμ τὰ τέκνα συναγαγεῖν, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, ἀλλ' οὐκ ἠθέλησε. Διὸ ὑπὲρ τῆς Ἐκκλησίας ὡς ὑπὲρ ἰδίου σώματος αἰτεῖ παρὰ τοῦ Πατρὸς τὴν φρουρητικὴν δύναμιν. Καταπονοῦσι καὶ ἡμᾶς, καὶ ἀθλίους καὶ ταλαιπώρους ἐργάζονται, οἱ τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες·

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
