# Expositio in Psalmos 69.821

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.821

Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. (C f. 31.) Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδίδαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔτως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος. Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντιλαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ. (A f. 100, Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπηνθράκωσε τοὺς ἐχθροὺς τοῦ Δαβίδ. Εἰκότως δὲ καπνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ Δημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ καπνὸς, ἡ μετρία τοῦ τυραννήσαντος ἐποχή· ἠκολούθησε δὲ καὶ πῦρ, ἡ παντελὴς πάντως τοῦ πολεμίου φθορὰ γενομένη ἀπὸ προσώπου τοῦ Θεοῦ, τουτέστιν ἀπὸ Χριστοῦ, ὅς ἐστι τοῦ Θεοῦ πρόσωπον καὶ χαρακτὴρ τῆς αὐτοῦ ὑποστάσεως. Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, ἀνήφθη ἀπ' αὐτοῦ πῦρ ὀργῆς κατὰ τῶν δαιμονίων, ὥστε κράζειν αὐτά· «Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Καὶ ἐπὶ τῶν Ἰουδαίων δὲ προανεδόθη ὥσπερ καπνὸς ἡ παρὰ τοῦ Χριστοῦ ἐπ' αὐτοὺς ἀπειλή. Ἔφασκε γάρ· «Ὅταν ἴδητε κυκλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς.» Εἶτα ἐπηκολούθησε καὶ πῦρ ἡ ὀργὴ, καὶ τοσοῦτον ἐπ' αὐτοῖς ἐξεκαύθη, ὥστε καὶ ἄνθρακας αὐτοὺς ἀποτελέσαι, τουτέστι δαπανῆσαι καὶ διαφθεῖραι. Οἶδα καὶ πῦρ καλὸν, ὅπερ ἦλθε Χριστὸς βαλεῖν ἐπὶ τὴν γῆν. Τοῦτο τὸ πῦρ ἐπαινετοὺς ἄνθρακας ἀποτελεῖ· διὰ γὰρ τῆς τοῦ ἁγίου Πνεύματος θερμότητος, τῷ πνεύματι ζέοντες ἀποφαίνονταί τινες. Ἀνήφθησαν γοῦν ἀπὸ Θεοῦ ἄνθρακες οἱ ἀπόστολοι, τῇ πρὸς αὐτὸν ἑνώσει πυρούμενοι, καὶ φωστῆρες ἐν κόσμῳ φαινόμενοι· καὶ περὶ αὐτῶν λέλεκται πρὸς τὴν Ἱερουσαλήμ· «Ἔχεις ἄνθρακας πυρὸς καθίσαι ἐπ' αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια.» Ἔκλινεν οὐρανοὺς καὶ κατέβη, κ.τ.λ. (C f. 31 b.) Κατέβη ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίσηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦτον τὸν τρόπον ἐπεδήμει τῇ γῇ καθ' ὃν ἐδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκὶ, ἥντινα γνόφον ὑπὸ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
