# Expositio in Psalmos 69.824

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.824

τοὺς πόδας ἐκάλεσεν. Αὔτη γὰρ τοῦ Θεοῦ τὴν παρουσίαν τὴν ἐπὶ συντελείᾳ πρὸς ἡμᾶς γενομένην ἀπέκρυψεν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. (K f. 48). Σκότος ἐνταῦθα τὴν ἐκ τῆς ἀκαταληψίας ἀχλὺν, ἣ καὶ τοῖς εἰς νοῦν τὸν ἡμέτερον ὀφθαλμοῖς ἐμπίπτουσα, τὸν ἀϊδίως ὄντα μετὰ Πατρὸς, χρόνου μέτροις μετρεῖν οὐκ ἐᾷ. (C f. 31 b). Σκότος τὸ ἀσαφὲς τοῦ μυστηρίου νόησον, ὅπερ ἀπὸ τῆς σαρκὸς τοῖς ἀπίστοις συνέβαινεν· ὅθεν καὶ ἀποκρυφὴν εἰκότως προσηγόρευσεν· οὔτως ἑαυτὸν ὁ Χριστὸς ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἔκρυψεν, οἳ θεωροῦντες αὐτὸν καὶ παρὰ τῶν Ἰουδαίων ἀπιστούμενον, ἐπὶ τὸν σταυρὸν ἔτρεχον, οὐκ εἰδότες τοῦ σταυρωθέντος τὴν δύναμιν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. (F f. 23.) Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ τοῦ Χριστοῦ μυστήριον. Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. (A f. 102 b.) Ὁμολογεῖ καὶ ἡ τῶν πιστῶν Ἐκκλησία, Σωτῆρα ἐξ οὐρανοῦ τὸν Κύριον παρὰ τοῦ Πατρὸς ἀποσταλῆναι, ὡς ἀκτῖνα ἐξ ἡλίου, καὶ ἐλευθερῶσαι αὐτὴν ἀπὸ τῶν πολλῶν ὑδάτων, τουτέστι τῶν ἀντικειμένων δυνάμεων, καὶ τῶν ἀλμυρῶν καὶ ταραχωδῶν τοῦ βίου πραγμάτων καὶ περιστάσεων. Πολλὰ δὲ λέγει τὰ ὕδατα· διάφοροι γὰρ τῶν πειρασμῶν οἱ τρόποι, καὶ τῶν πονηρῶν πνευμάτων αἱ ἐπιβουλαί. Ἀλλ' ἐκ πάντων τούτων σέσωκεν ἡμᾶς ὁ Χριστός. Κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. (C f. 34.) Συζύγως δὲ καθαρότητα χειρῶν ἐρεῖς τὰ λαμπρὰ καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ. (C f. 35 b.) Ὁ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθής· διὸ καὶ Μονογενὴς διὰ τὸ μόνος εἶναι ὥσπερ Θεός· πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ τοῦ Θεοῦ Λόγου θεοὶ κατασκευάζονται. Ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. (A f. 105 b.) Ἁρμόζει δὲ ταῦτα καὶ τοῖς ἱερουργοῖς τοῦ Εὐαγγελίου, οἷς ἔλεγεν ὁ Σωτήρ· «Καθίσατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» ἣν περιζωσάμενοι καὶ, τῷ ἁγίῳ καθοπλισθέντες Πνεύματι (τοῦτο γὰρ ἡ ἐπηγγελμένη δύναμις), ἀκαταγώνιστοι ἐγίνοντο καὶ δαίμοσι καὶ διώκταις καὶ πάθεσι, καὶ τὴν ὁδὸν τῆς ζωῆς ἀνεπιλήπτως διῆλθον. Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. (A f. 105 b.) Φασὶ τὰς ἐλάφους εὐδρομωτάτας εἶναι, καὶ μὴν καὶ ὀφιοκτόνους, καὶ διωκομένας ὑπὸ τῶν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
