# Expositio in Psalmos 69.825

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.825

θηρευτῶν, ὑψοῦ φέρεσθαι. Ἐδίωξαν οὖν καὶ τὸν Δαβὶδ ἄλλοι τε καὶ ὁ Σαούλ· ἀλλ' οὐ κατέλαβεν αὐτὸν, τοῦ Θεοῦ τάχος αὐτῷ ἐμπαρέχοντος, καὶ καταπατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος. Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀναλωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθητὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· «Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.» Διώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ' οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέντες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιόκτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. Διὸ καὶ τὸν δίκαιον, τὸν τοὺς πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. Ἐπλάτυνας τὰ διαβήματά μου. (C f. 36.) Διαβήματα λέγει καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ' ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμμένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαίνειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. (D f. 67.) Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες. (L f. 67.) Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ Δαβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γενομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ Δαβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. Διττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρδίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν.» Καὶ ἐν τῷ προφήτῃ· «Διότι ἔγνω πάσας τὰς ἁμαρτίας ὑμῶν.» Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ. Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς.» Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολατρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ με-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
