# Expositio in Psalmos 69.828

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.828

τανοίας, εἴρηται δουλεύειν αὐτῷ. Διόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνεργῶν, οὐ γινώσκεται), ἀλλ' ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· «Ἀλλὰ τότε μὲν οὐδ' εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ.» Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. Υἱοὶ ἀλλότριοι. (D f. 67, L f. 67.) Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ. (L f. 67.) Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμαχος εἴρηκεν. Ζῇ Κύριος. (C f. 37.) Τὸ, «Ζῇ Κύριος,» ἀντὶ τοῦ, Μὰ τὸν ζῶντα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ Ἰώβ φησι· «Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν. ΨΑΛΜΟΣ ΙΗʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. (A f. 109 b.) Ἡ μὲν τῶν Ἑλλήνων πληθὺς τῷ μεγέθει καὶ τῷ κάλλει τῶν ὁρωμένων κτισμάτων οὐ προσβάλλουσα συνετῶς, ὑπέλαβον θεὸν εἶναι οὐρανὸν ἤγουν τὸ στερέωμα, καὶ προσεκύνησαν αὐτῷ. Καίτοι ἐδύναντο συνιδεῖν τὸν τεχνίτην ἀπὸ τοῦ θαυμαστῶς ἔχειν τὸ ποίημα. Εἰ γὰρ μέγα καὶ ἐξαίρετον τὸ ποιηθὲν, οὐ τὴν ἰδίαν μᾶλλον ἀλλὰ τὴν τοῦ τεχνίτου δόξαν διαβοήσειεν ἄν. Διηγοῦνται τοίνυν οἱ οὐρανοὶ τὴν τοῦ Θεοῦ δόξαν ἄνευ φωνῆς, καὶ τὸ στερέωμα μονονουχὶ βοᾷ ὅτι αἱ χεῖρες τοῦ Θεοῦ αὐτὸ ἐποίησαν. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. (A f. 110 b.) Συμφώνως τῷ Μωϋσῇ, οὐρανοῦ μνημονεύσας πρῶτον, εἶτα στερεώματος, ἐφεξῆς καὶ περὶ τοῦ ποιοῦντος τὴν ἡμέραν φωτὸς διαλέγεται, καὶ δείκνυσιν ὅτι δυνατὸν καὶ ἐξ ἡμερῶν καὶ νυκτῶν καταθαυμάσαι τὴν οἰκονομίαν τοῦ τάξιν καὶ μέτρα καὶ ἀνακύκλησιν τὴν ἐξ ἀμοιβῆς ἐπιθέντος αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, τουτέστιν ὁ μεθιστὰς εἰς ὄρθρον καὶ φῶς τὴν νύκτα, καὶ ποιῶν ὄρθρον καὶ ὁμίχλην, ἤγουν ἡμέραν καὶ νύκτα. Αὐτὸς προστάττει ἡμέρας μὲν ἡμέραις παραχωρεῖν τὰ τῶν ὡρῶν διαστήματα, νύκτας δὲ νυξίν· ὡς ποτὲ μὲν εἶναι μείζους αὐτὰς, ποτὲ δὲ ἐλάττους· καὶ γὰρ μονονουχὶ λέγει ἡ ἡμέρα ἐν θέρει τυχὸν τῇ ἐν χειμῶνι· Παραχώρει μοι τὸ πλέον ἐν διαστήματι τῶν ὡρῶν. Τοῦτο γὰρ τῷ πατριάρχῃ δοκεῖ. Ἡ νὺξ δὲ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν περὶ τοῦ ποιήσαντος δηλαδή· ἢ ὅτι χρὴ πάντως τὰς ἐν τῷ χειμῶνι νύκτας

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
