# Expositio in Psalmos 69.829

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.829

μακροτέρας εἶναι, ἥττους γε μὴν τὰς ἐν θέρει. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἡμέραν μὲν τῇ ἡμέρᾳ ἐρεύγεσθαι ῥῆμα, καὶ μονονουχὶ φωνὴν ἀφιέναι, τὸ περιττὸν ἐν διαστήματι τῶν ὡρῶν ἀπαιτοῦσαν· νύκτα δὲ νυκτὶ τὴν αὐτὴν ἀπαγγέλλειν γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. (A f. 111 b.) Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ πάμμεγας Ἀθανάσιος, ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·» τουτέστιν, Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων ἢ πραγμάτων ἢ ἔργων φωναὶ χωρὶς λόγου καὶ γλώττης; Ναὶ, φαίη ἄν τις· ὥσπερ γὰρ τοῦ ὑφάντου τὴν τέχνην ἡ παμποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύττει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτίσις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν ἄλογος· λαλιαὶ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ οἷον φωνὴ τὸ κάλλος καὶ ἡ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον, καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον, φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαβὶδ ἀπέφηνεν, ὅτι μήτε ἔμπνους μήτε λογικὴ κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς· ζῶον γὰρ εἶναί φασιν ἒν τὸν σύμπαντα τοῦτον κόσμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμπληροῦται. Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. (A f. 112.) Διαμέμνηται χρησίμως ὁ Δαβὶδ τῆς εὐτάκτου πορείας τοῦ ἡλίου, καὶ ὅτι ἀναφοιτᾷ ὥσπερ ἀπὸ παστοῦ τῆς ἐσχατιᾶς, οἷά τις νυμφίος εὖ μάλα διαπρεπής· εἶτα καθάπερ ἀπὸ βαλβίδος τὸ τοῦ δρόμου σύνθημα λαβὼν, ὀξεῖάν τε καὶ εὐσθενῆ ποιεῖται τὴν πτῆσιν, καὶ ἀμογητὶ διατρέχει. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς (A f. 113.) Οὐκ ἀνόνητος τοῖς νουνεχεστέροις ἡ φυσικὴ γίνεται θεωρία παριστῶσα τοῖς ὁρᾷν ἐθέλουσι τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἀπό γε τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ εὐταξίας· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ἀλλ' ὧδε τούτων ἐχόντων, καὶ αὐτὸς ἐπέφανεν ἡμῖν ὁ Χριστὸς, καὶ τῷ Πατρὶ ἡμᾶς προσεκόμισεν, οὐ διὰ νομικῆς λατρείας, διὰ νουθεσίας δὲ μᾶλλον εὐαγγελικῆς. Οὐκοῦν πρὸς τῇ φυσικῇ θεωρίᾳ, τουτέστι τῇ ἀπό γε τῆς τῶν κτισμάτων ποιήσεώς τε καὶ εὐταξίας, καὶ τὸ δι' αὐτοῦ πεπλουτήκαμεν κήρυγμα. Ἀπέχρη

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
