Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.832
Not analysed yet
μὲν καὶ ἡ κτίσις δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητὴν, ἀλλ' ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέψαι τοὺς πλανωμένους δυνάμενον. Τῷ μὲν οὖν ἀπερισκέπτως ἐξετάζοντι τὰ τοῦ ψαλμοῦ ῥήματα, δοκεῖ μὴ ἀκολουθεῖν τοῖς προλαβοῦσιν ὁ περὶ τοῦ νόμου καὶ τῶν δικαιωμάτων οὑτοσὶ λόγος. Ἔστι δὲ πολλὴ μᾶλλον ἡ συμφυΐα. Καὶ ὅπως, ἔνθεν ἐρῶ· Τρεῖς εἰσιν οὗτοι θεῖοι σύμπαντες νόμοι· εἷς μὲν ὁ φυσικὸς ὁμοῦ καὶ δημιουργικὸς, καθ' ὃν ἐκ τῆς συνειδήσεως καὶ ἐκ τῶν κτισμάτων, τὸ δέον γινώσκομεν, καὶ τὸν Δημιουργὸν ἐπιγινώσκομεν· ἕτερος δὲ ὁ γραπτὸς, ὁ διὰ Μωσέως δοθείς· καὶ τρίτος ὁ πνευματικὸς καὶ εὐαγγελικός. Ἐπεὶ οὖν περὶ τοῦ νόμου τοῦ ἐκ τῆς δημιουργίας ἱκανῶς διέλαβεν ὁ Δαβὶδ, καὶ ἔδειξεν ὅτι καὶ ὁ οὐρανὸς καὶ τὸ στερέωμα καὶ ἡμέρα καὶ νὺξ καὶ ἥλιος τὸν ποιήσαντα καταγγέλλουσι, συμπεριέλαβε δὲ καὶ τὸν φυσικὸν νόμον διὰ τῆς κτίσεως (ἓν γάρ ἐστι τῶν κτισμάτων καὶ ἡ φύσις), μεταβαίνει λοιπὸν ἐπὶ τοὺς λοιποὺς τόν τε γραπτὸν καὶ τὸν πνευματικὸν, καὶ ἑκάτερον ὑποδιαιρεῖ εἰς ἐντολὰς, καὶ νόμους, καὶ κρίματα, καὶ μαρτυρίας, καὶ δικαιώματα. (A f. 114.) Πρῶτα τοίνυν τὸ εὐαγγελικὸν κήρυγμα, νόμον Κυρίου λέγει· οὐ γὰρ δι' ἑνὸς ἐξεφωνήθη τῶν προφητῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ πάντων Δεσπότου. Ἔπειτα ἄμωμον ὀνομάζει· ὁ γὰρ διὰ Μωσέως νόμος, οὐκ ἦν ἄμεμπτος, ὡς ὁ πάνσεπτος Παῦλος γράφει· οὐδένα γὰρ ἐτελείωσεν. Ἔφη δέ που καὶ ὁ Θεὸς περὶ τῶν Ἰουδαίων, ὅτι «Ἐγὼ δέδωκα αὐτοῖς νόμιμα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Ἀντιπαραθέσει γὰρ τῶν εὐαγγελικῶν θεσπισμάτων, οὐ καλὸς ὁ νόμος· ἄμωμα δὲ ὁμολογουμένως τὰ Χριστοῦ παιδεύματα, ἃ καὶ ἐπιστρέφει ψυχὰς ἐκ φαυλότητος πρὸς ἀρετὴν, ἐκ πλάνης Ἑλληνικῆς πρὸς εὐσέβειαν, ἐξ ἀγνοίας καὶ σκότου εἰς φῶς καὶ σύνεσιν. Νόμος δὲ ὠνόμασται τὸ Εὐαγγέλιον, διὰ τὸ ἀπονέμειν ἑκάστῳ τὰ ταῖς αὐτοῦ πράξεσι πρεπωδέστατα, ἐπαίνους μὲν τοῖς ἀγαθοῖς, ποινὰς δὲ τοῖς καταφρονηταῖς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος. (A f. 114 b, Κυρίλλου καὶ Ὑπατίου.) Καθαρὸς μὲν οὐδεὶς ἀπὸ ῥύπου, οὐδ' ἂν ᾖ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Πλὴν ὥσπερ τὴν πόαν σμηκτικὴν εἶναί φασι τοῦ ῥύπου τῶν ἱματίων, οὕτως ὁ τοῦ Θεοῦ φόβος ὁ ἁγνὸς, τουτέστιν ὁ ἁγνοποιὸς, εἰς νοῦν εἰ γένοιτο τὸν ἀνθρώπινον, πᾶσαν αὐτοῦ διασμήχει κηλίδα. Τηρήσει δὲ καὶ εἰς μακραίωνα βίον τὸν τοιοῦτον· ὁ γὰρ ἐν ἁγνείᾳ διαπεράνας τὸν βίον, τοιοῦτος ἔσται καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. (A f. 115.) Κρίματα πάλιν καλεῖ τὰς ἐφ' ἑκάστῳ πράγματι θείας ψήφους καὶ ἀποφάσεις· ταῦτα δὲ ἀληθινὰ καὶ δίκαιά εἰσιν ἐπὶ τὸ αὐτὸ, τουτέστιν οὐκ ἀσύμφωνα καὶ ἀλλήλοις μαχόμενα, ἀδελφὰ δὲ μᾶλλον καὶ ἀλλήλοις συμβαίνοντα. Οὐδὲ μία γὰρ ἐναντιότης ἐν τοῖς τοῦ Σωτῆρος εὑρίσκεται νόμοις. Διττῶς δὲ