# Expositio in Psalmos 69.833

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.833

κρίνει ὁ Θεὸς, ἢ φιλαγάθως ἢ δικαίως· καὶ φιλανθρώπως μὲν ὡς ὅτε τῷ περὶ ἑνδεκάτην ὥραν κληθέντι εἰς τὸν ἀμπελῶνα, ἴσον μισθὸν ἀπονέμει τοῖς προκεκμηκόσι· δικαίως δὲ ὡς ἐν τῇ στάσει τῶν προβάτων καὶ ἐρίφων, τοῖς μὲν λέγων· «Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν·» τοῖς δὲ, «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.» Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. (A f. 115 b.) Ὁμολογήσας ὁ προφήτης ὅτι καὶ τὸν ἰσχνὸν νομοφύλακα πολλὰ παριππεύει, φησὶν ὅτι, Ὦ Δέσποτα, τὰ κρύφιά τε καὶ ἀλλότριοι μή μου κατακυριεύσωσι, σοῦ τοῦ κρίνοντος μὴ ἱστῶντος αὐτὰ, μηδὲ εἰς ἁμαρτίαν ἐμοὶ καταγράφοντος· ἢ, Ὅταν οἱ πονηροὶ λογισμοὶ, οὓς ὁ διάβολος τῷ νῷ ἐνίησι, μὴ κατακυριεύσωσί μου, ὥστε συγκαταθέσθαι αὐτοῖς, τότε καὶ ἄμωμος ἂν εἴην, καὶ ἀπὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας καθαρισθήσομαι, ἥτις μεγάλη ἐστὶν, ὡς πρὸς σύγκρισιν τῆς κατὰ διάνοιαν. Προφητικῶς δὲ καὶ ἡ φύσις πᾶσα βοᾷ πρὸς τὸν Θεόν· Ὁ μὲν νόμος, ὦ Δέσποτα, τὸ σῶμα μόνον προσκαίροις ἥγνιζε ῥαντισμοῖς· σὺ δὲ καὶ ἐκ τῶν κρυφίων καθάρισόν με διὰ τοῦ βαπτίσματος, καὶ φεῖσαί μου ἀπὸ τῶν ἀλλοτρίων δαιμόνων· ἐὰν γὰρ οὗτοι μή μου κατακυριεύσωσι, τότε ἀληθῶς ἄμεμπτος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ τῆς ἀπιστίας, ἢ καὶ τῆς παραβάσεως, ἥτις ἁμαρτία ἐστὶ μεγάλη. (C f. 38.) Ἁμαρτίαν μεγάλην τὴν ἀποτελεσματικὴν λέγει, ἣν ὁ τῶν κρυφίων κωλύει καθαρισμός. ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται πρὸς Θεὸν ὁ σκοπὸς, καὶ πρὸς μόνον αὐτὸν ἀποβλέποντες, τὴν παρ' αὐτοῦ ζητοῦσι βοήθειαν, κἄν πού τι σαλεύηται κῦμα, καὶ χαλεπὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐγείρηται χειμών. Τοῦτο καὶ Ἱερεμίας ἐπιστάμενος ἔλεγε· «Κύριε, ἰσχύς μου, καὶ βοηθέ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ κακῶν μου.» Ἡ μὲν γὰρ ἐξ ἀνθρώπων ἐπικουρία σαθρὰ, ἀσφαλὴς δὲ ἡ ἄνωθεν βοήθεια. Διά τοι τοῦτο καὶ οἱ ἅγιοι ταλαίπωρον εἶναί φασι τὸν ἄνθρωπον, μᾶλλον δὲ κεκατηραμένον, τὸν τὴν ἐλπίδα ἔχοντα ἐπ' ἄνθρωπον, καὶ ἀπὸ Κυρίου τὴν ἑαυτοῦ καρδίαν ἀποστήσαντα. Ἔοικε δὲ νῦν ὁ Δαβὶδ ἡμέραν θλίψεως λέγειν, ἱστορικῶς μὲν καθ' ἣν ὁ Σεναχηρεὶμ τοῦ Ῥαψάκου τὰ ἀτάσθαλα ἐκεῖνα ἔπεμψε γράμματα· «Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Ἀλληγορικῶς δὲ τὴν τοῦ πάθους ἡμέραν, ὅτε ἔλεγεν ὁ Σωτήρ· «Περίλυπός ἐστιν ἡ ψυχή μου.» Εὔχονται οὖν καὶ οἱ περὶ τὸν Ἐζεκίαν ἐπακοῦσαι αὐτοῦ τὸν Θεὸν, θλιβομένου ἐφ' οἷς ἐβλασφήμησε ὁ Σεναχηρείμ· καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἵνα ἐπακούσῃ αὐτοῦ ὁ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
