# Expositio in Psalmos 69.836

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.836

Θεὸς καὶ Πατήρ. Μανθάνομεν δὲ καὶ ἡμεῖς ἐν καιρῷ θλίψεως μὴ καταπίπτειν, ἀλλ' εὔχεσθαι, καὶ μὴ ἀνθρώποις πιστεύειν τὴν σωτηρίαν ἡμῶν, τῷ Θεῷ δὲ τῷ πάντα ἰσχύοντι. Μνησθείη πάσης θυσίας σου. (C f. 38 b.) Λέγοι δ' ἂν ταῦτα καὶ πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν, ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβομένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ὑπήκοος γίνεται. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ ιθʹ ψαλμοῦ. Ἀλλ' ἦν οὐ δυσεύρετος ἡ ὁδὸς ἡ ἀγαθή· προσεφώνει γὰρ λέγων ὁ Χριστός· «Ἐγώ εἰμι ἡ ὁδός.» ΨΑΛΜΟΣ Κʹ. Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. (A f. 119.) Παραταξάμενος ὁ Δαβὶδ πρὸς Ἀμμανίτας νενίκηκε, καὶ εἷλεν αὐτοὺς κατὰ κράτος, καὶ ἔλαβε τὸν στέφανον τοῦ Μολχώμ· τοῦτο δὲ εἴδωλον ἦν τῶν Ἀμμανιτῶν, καὶ εὑρὼν ἐν τῷ στεφάνῳ λίθον πολύτιμον, ἐνέθηκε τῷ ἰδίῳ στεφάνῳ. Ταύτης τῆς ἱστορίας νῦν μνημονεύει, καί φησι πρὸς τὸν Θεὸν, ὅτι Ταῖς φιλοτιμίαις φθάνεις, ὦ Δέσποτα, καὶ αὐτήν μου τὴν αἴτησιν· οὐ γὰρ ἱκέτευσα περὶ λίθου τιμίου, ἀλλὰ σὺ καὶ τοῦτον δέδωκας, προλαβών μου τὴν αἴτησιν. Καὶ ἄλλως δὲ πρὸ τῆς χειροτονίας εὐλόγησας, τουτέστιν ἐπῄνεσας λέγων· «Εὗρον Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ ἔσται μοι εἰς βασιλέα.» Καὶ ἔτι· Ἐγὼ μὲν σωτηρίαν παρὰ τῶν ἐχθρῶν ἐκ σοῦ ἐζήτησα, σὺ δὲ ἐν εὐλογίαις, τουτέστιν ἐν δαψιλείᾳ καὶ πλεονασμῷ ἀγαθότητος, καὶ νίκην μοι δέδωκας, καὶ βασιλείαν, καὶ προφητείαν, καὶ τὸ μέγιστον, θεοπατορίαν. Ἀλλὰ καὶ ὁ Ἐζεκίας ἐλευθερίαν μόνον ᾔτησεν, εὕρατο δὲ νίκην τοσαύτην καὶ τῶν ἐχθρῶν πανολεθρίαν· καὶ τὴν βασιλείαν δὲ μὴ αἰτήσας, ἔλαβε. Λίθοι δὲ τίμιοι καὶ οἱ Χριστοῦ μαθηταὶ, καὶ ἁπλῶς οἱ πιστοὶ, κόσμος ὄντες αὐτοῦ καὶ δόξα καὶ οἱονεὶ στέφανος τῇ κεφαλῇ ἐπικείμενος. Ἐν μὲν οὖν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ἐνταῦθα δὲ ὁ προφήτης πρὸς τὸν Θεὸν λέγει· «Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον.» Στέφανος δὲ Χριστῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα. Λίθον ἂν εἴποις πολύτιμον καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ἐκλεκτὸν δηλονότι καὶ ἀξιάγαστον μαργαρίτην, ὃν δέδωκεν ἡμῖν στέφανον δόξης ὁ Θεὸς καὶ Πατὴρ, εὐλογῶν ἡμᾶς εὐλογίᾳ ἁγιασμοῦ καὶ χρηστότητος.— (C f. 39 b.) Ἐκ τῶν ἔργων καὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ τις στεφανοῦται. Ἀμέλει ὁ δικαστὴς τὸ δίκαιον διώξας, ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. (C f. 40.) Ἄλλως τοῖς ἐπιμένουσι τῇ ἁμαρτίᾳ, καὶ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
