Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.837
Not analysed yet
ἄλλως τοῖς μετανοοῦσιν εὑρίσκεται· τοῖς μὲν γὰρ κριτὴς, τοῖς δὲ λυτρωτὴς εὑρίσκεται. Πλὴν ὅτι πρῶτον ἡμᾶς τὸν Θεὸν εὑρεῖν ὁ προφήτης, καὶ τότε παρ' αὐτοῦ εὑρεθήσεσθαι [λέγει,] σαφῶς οὖν τοῦτο δηλοῖ ὅτι ἐν ἡμῖν ἡ σωτηρία. Ὅτι θήσεις αὐτοὺς νῶτον. Εἰς δὲ τὸν Χριστόν τινες ἐξειληφότες τὸν παρόντα ψαλμὸν, εἰς τοὺς Ἰουδαίους τὰς τιμωρίας ἐξέλαβον, ἀπὸ τοῦ, «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. «Ταῦτα γὰρ ἐπενεχθήσεται, φασὶν, αὐτοῖς εἰς τὸν καιρὸν τῆς τοῦ προσώπου σου παρουσίας, δι' ἅπερ ἐμηχανήσαντο κατὰ σοῦ, νομίσαντες ἀδυνάτως τὸν τῆς δόξης Κύριον θανάτῳ περιβάλλειν. Διὸ καὶ τέθεινται νῶτον τοῖς ἐξ ἐθνῶν πιστοῖς. Πρῶτον μὲν υἱοὶ Θεοῦ καὶ λαὸς χρηματίσαντες, ὕστερον δὲ ἄλλοις τῆς υἱοθεσίας παραχωρήσαντες τοῖς ἐπ' ἐσχάτων κληθεῖσιν ἐθνικοῖς, οἵτινες καὶ πρῶτοι γεγένηνται, κατὰ τὸ, «Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.» Ἐν δὲ τοῖς περιλοίποις φησὶν, ἐπείπερ ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. ΨΑΛΜΟΣ ΚΑʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαβίδ. (A f. 122 b.) Τινὲς δὲ ἀντίληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος καιρόν· ἐγήγερται γὰρ ὄρθρου βαθέος πατήσας τὸν θάνατον. Ἀντίληψις οὖν ἡ ἀνάστασις, ὡς ἀποσοβοῦσα μὲν τῶν σωμάτων τὴν φθορὰν, καθαίρουσα δὲ τῇ πίστει τοὺς ἐπὶ τῆς γῆς. Ἐὰν γὰρ εἴπῃς, φησὶν, ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἀλλ' ἴδωμεν ὁποῖα πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος ὁ Κύριος φθέγγεται, μεσιτεύων ὑπὲρ τῆς ἀνθρωπότητος, καὶ πληροφορῶν ὅτι παράκλητος ἡμῶν ἐστιν. Ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. (A f. 125 b.) Τοῦτο δὲ λέγοντες, κατὰ τοῦ Θεοῦ τὸν ὀνειδισμὸν ἀπέῤῥιπτον, ὡς ἀδυνατοῦντος σῶσαι τὸν Υἱὸν αὐτοῦ ὃν θέλει, τουτέστιν ὃν ἀγαπᾷ. Θαυμάσειε δ' ἄν τις τὴν ἀμέτρητον τῶν Ἰουδαίων νωθείαν, πῶς ταῦτα ἀναγινώσκοντες τὰ ὡς ἐκ προσώπου Χριστοῦ λεγόμενα κατ' αὐτῶν, οὐ συνίεσαν ὁρῶντες αὐτὸν σταυρούμενον, καὶ τοῖς ἑαυτῶν τολμήμασι συμφωνοῦσαν τὴν προφητείαν. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. (C f. 43.) Διδασκάλου φωνὴ ὅταν ἴδῃ τοὺς ἑαυτῷ γεννηθέντας συμφορὰν ὑπομένοντας, ὁποίαν ὁ Σωτὴρ περὶ τοὺς μαθητὰς συμπαθητικὴν ἐξ ἀγάπης ἔσχεν διάθεσιν, ἐν μέσῳ τῆς κοιλίας συμπαθοῦσαν οἷς ἔτεκεν. Ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας, ὥς τε κηρὸς