# Expositio in Psalmos 69.840

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.840

ὑπῆρχεν ἐτάκη, ὅτε τροφὴ γέγονεν, εἰς γαστέρα κεχώρηκε. Λέγει δὲ τὰς νοήσεις διὰ συνεχοῦς μελέτης λεπτυνομένας, ὥστε πρὸς τὴν τοῦ τραφέντος ἀναδίδοσθαι σύστασιν. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. (A f. 125 b.) Ὄνομα ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ, «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν, εἰπὼν καὶ διδάξας, ἀλλ' ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς καθ' ὃ γέγονε καθ' ἡμᾶς. Ἔφη γὰρ, ὅτι «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν· ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρεπεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ' ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα καὶ ἐγνώκασιν αὐτόν. Ἔφη γοῦν καὶ αὐτὸς, ὅτι «Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα.» Ἀλλὰ καί· «Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Ἐκκλησίας δὲ ποίας, ἢ ἐκείνης πάντως ἢν αὐτὸς ἑαυτῷ παρέστη ὁ Υἱὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον; Ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανεράν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα. ΨΑΛΜΟΣ ΚΒʹ. Ψαλμὸς τῷ Δαβίδ. (A f. 128.) Ὁ ἐν χερσὶ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν τοῖς λεχθεῖσιν ἐν τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ. Οἱ γὰρ ἐξ ἐθνῶν πιστεύσαντες, διδακτοὶ Θεοῦ γεγονότες, κατὰ τὸ γεγραμμένον, φαγόντες καὶ ἐμπλησθέντες πνευματικῶς, τὸν τῆς σωτηρίου τροφῆς χορηγὸν ἐπιγινώσκουσι, καὶ ποιμένα καὶ τροφέα καλοῦσι, καὶ δὴ καί φησιν, ὡς ἒν ὄντες διὰ τὴν πίστιν καὶ εἰς μίαν τελοῦντες ἀγέλην. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. (A f. 128.) Μέγα φρονοῦσιν οἱ διὰ Χριστοῦ ταῖς θείαις αὐλαῖς ἐνσεσηκασμένοι, ποιμανθέντες τε παρ' αὐτοῦ· καὶ οὐχ ἕνα τινὰ τῶν ἁγίων ἁπλῶς λαχόντες καθηγητὴν, ὥσπερ ὁ Ἰσραὴλ τὸν Μωσέα, ἀλλὰ τῶν ποιμένων τὸν ἀρχιποίμενα, καὶ τῶν διδασκόντων τὸν παιδευτὴν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ τοῦτο εἰδότες φασὶ τὸ, Οὐδέν με ὑστερήσει· παναλκὴς γὰρ ὁ Χριστὸς καὶ ἀμφιλαφῆ ποιεῖται τὴν χορηγίαν τῶν ἑαυτοῦ χαρισμάτων τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. Δίδωσι γὰρ ἐξ οἰκείου πληρώματος, καὶ χορηγεῖ τὰς παρὰ Πατρὸς εὐλογίας, καὶ ἔστιν αὐτὸς ἀγαθοῦ παντὸς καὶ πηγὴ καὶ πρύτανις. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. (A f. 128.) Ἐπειδὴ φωνὴ πρέπουσα προβάτοις ἐστὶ τὸ, «Κύριος ποιμαίνει με,» ἐπιμένουσι τῇ τοῦ λόγου τροπῇ οἱ παρὰ Χριστοῦ ποιμαινόμενοι, καὶ προσεπάγουσι τὰ ἐκ τῆς ποιμενικῆς εὐτεχνίας ἐκ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
