# Expositio in Psalmos 69.841

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.841

βεβηκότα αὐτοῖς ἀγαθὰ, χλόην καὶ ὕδωρ αὐτὰ ὀνομάζοντες. Νοηθείη δ' ἂν τόπος μὲν χλόης, τὰ τοῦ Θεοῦ ἀειθαλῆ λόγια, ἡ ἁγία καὶ θεόπνευστος Γραφὴ πρὸς εὐανδρίαν τρέφουσα πνευματικὴν τὰς τῶν πιστευόντων καρδίας· ὕδωρ δὲ τὸ ζῶν καὶ ζωοποιὸν, ἡ τοῦ ἁγίου Πνεύματος χορηγία. (A f. 128 b) Ἢ τάχα κυριώτερον τόπος χλόης, ὁ παράδεισός ἐστιν οὗ ἐκπεπτώκαμεν, εἰς ὃν ἡμᾶς ἐπανάγει Χριστὸς καὶ κατασκηνοῖ, διὰ τοῦ ὕδατος τῆς ἀναπαύσεως, τουτέστι διὰ τοῦ βαπτίσματος. «Ἐὰν γὰρ μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου. (A f. 128 b) Ἐπεὶ δὲ εἰς τὸν θάνατον Χριστοῦ βαπτιζόμεθα, λεχθήσεται καὶ τὸ βάπτισμα σκιὰ θανάτου καὶ μίμημα, ὃν οὐ χρὴ φοβεῖσθαι. Νοοῖτο δ' ἂν σκιὰ θανάτου καὶ ὁ φυσικὸς καὶ κοινὸς θάνατος, πρὸς ἀντιδιαστολὴν τοῦ προαιρετικοῦ θανάτου, τοῦ τῆς ψυχῆς, φημὶ, ὃς οὐκ ἔστι σκιὰ θανάτου, ἀλλὰ θάνατος ἀληθής. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. (A f. 129 b) Γευσάμενοι οἱ ἐξ ἐθνῶν πιστεύσαντες τῆς εὐαγγελικῆς τραπέζης, λέγουσι πρὸς τὸν παρατεθεικότα ταύτην Χριστὸν, ὅτι Ἡ τράπεζα ἣν ἡμῖν ἡτοίμασας, ἐναντίως ἔχει πρὸς τὴν τῶν Ἐλλήνων τράπεζαν. Οἱ γὰρ παρ' Ἕλλησι σοφοὶ, οὐδὲν τῶν ἀναγκαίων ἡμᾶς ἐδίδαξαν· ἀλλ' ἐπίεζόν τε καὶ ἔθλιβον ἐν λιμῷ καὶ σπάνῃ παντὸς ὀνησιφόρου μαθήματος. Ἡ δὲ θεία τε καὶ ἱερὰ τράπεζα, ἡ θεόπνευστος Γραφὴ, ἐναντίως ἔχει πρὸς τὴν τῶν θλιβόντων ἡμᾶς ἐκείνην τὴν φθοροποιὸν καὶ ἄτροφον, πλουσία οὖσα καὶ πολυτελὴς, καὶ ὄψων, ἤγουν ἐδεσμάτων, ποικιλίαν ἔχουσα πολλὴν καὶ παράθεσιν. Νουθεσίαι γὰρ ἐν αὐτῇ πλεῖσται καὶ σωτηριώδεις, καὶ τῆς ἀληθοῦς εὐζωΐας παραδεικτικαὶ, καὶ εἰς εὐεξίαν πνευματικὴν φέρουσαι. Τάχα δὲ καὶ τοῦτό ἐστιν ὃ λέγουσιν οἱ πιστεύσαντες, ὅτι Ἡτοίμασας ἡμῖν πνευματικὴν τράπεζαν, ἵνα φαγόντες καὶ ἰσχύσαντες, δυνηθῶμεν ἐλθεῖν ἀπεναντίας τῶν ποτε θλιβόντων ἡμᾶς. Ἡ γὰρ πνευματικὴ εὐτροφία, τὴν ψυχὴν εὖ ῥώσασα, ἀνθίστασθαι αὐτὴν ποιεῖ καὶ ἀκαθάρτοις πνεύμασι καὶ τοῖς ἐν πλάνῃ διδασκάλοις. Ἀλλὰ καὶ ἡ μυστικὴ τράπεζα, ἡ σὰρξ τοῦ Κυρίου, ἰσχυροὺς ἡμᾶς κατὰ παθῶν καὶ κατὰ δαιμόνων ἐργάζεται. Φοβεῖται γὰρ ὁ Σατανᾶς τοὺς μετ' εὐλαβείας τῶν μυστηρίων μεταλαμβάνοντας Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. (A f. 130 b) Ἔψεται πάντως τοῖς ἡγιασμένοις ἐν Χριστῷ καὶ ἠξιωμένοις τῶν παρ' αὐτοῦ χαρισμάτων, ὥστε καὶ τραπέζης ψαῦσαι τῆς ἱερᾶς, καταλιπανθῆναι δὲ καὶ ἐλαίῳ τὴν κεφαλὴν, καὶ μὴν καὶ ἐκ τοῦ κρατίστου ποτηρίου πιεῖν εἰς μέθην, τὸ ἐν μεθέξει πλουσίᾳ γενέσθαι διηνεκοῦς εὐθυμίας. Τοῦτο γὰρ,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
